Ancient Greek · ~21 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.9.1
Not analysed yet
Ὁ δέ Ἰησοῦς οὐκ ἐγκαλεῖ περὶ παραδόσεως αὐτοῖς Ἰουδαίων, ἀλλὰ περὶ τῶν ἐντολῶν θεοῦ ἀναγκαιοτάτων δύο, ὧν ἡ μέν ἑτέρα πέμπτη ἦν τῆς δεκαλόγου οὕτο)ς ἔχουσα · »τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵν’ εὖ σοι γένηται, καὶ γένη μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσί σοι«, ἡ δέ λοιπὴ ἐν τῷ Λευϊτικῷ τοῦτον ἐγέγραπτο τὸν τρόπον »ἐὰν ἄνθρωπος κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ κοὶ τὴν αὐτοῦ, θανάτῳ θανατούσθω · πατέρα αὐτοῦ ἢ μητέρα κακῶς εἶΠεν, ἔνοχος ἔσται«. ἀλλ᾿ ἐπεὶ αὐτὴν θέλομεν ἰδεῖν τὴν λέξιν, ἥν ἐξέθετο ὀ Ματθαῖος, ὅτι ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, ἐπίστησον μήποτε ἐλήφθη ἀπὸ τοῦ τόπου ἔνθα γέγραπται · »ὅς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω« κοὶ ὁ κακολογῶν Μέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω«. οὕτως μέν οὖν εἶχον αἱ ἀπὸ τοῦ νόμου λέξεις περὶ τῶν δύο ἐντολῶν. ὁ δὲ Ματθαῖος ἐκ μέρους καὶ ἐπιτετμημένως αὐτὰς ἐξέθετο καὶ οὐκ αὐταῖς λέξεσι. Τί δὲ ἐγκαλεῖ τοῖς ἀπὸ Ἱεροσολύμων Φαρισαίοις καὶ γραμματεῦσιν ὁ σωτήρ, λέγων αὐτοὺς παραβαίνειν τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ἑαυτῶν παράδοσιν ,κατανοητέον. κοὶ ὁ μὲν θεὸς εἶπε· »τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου«, διδάσκων τὴν δέουσαν τιμὴν ἀπονέμειν γονεῦσι τὸν ἐξ αὐτῶν γεννώμενον. ταύτης τῆς πρὸς τοὺς γονεῖς τιμῆς μέρος ἦν καὶ τὸ κοινωνεῖν αὐτοῖς τῶν βιωτικῶν χρειῶν εἰς διατροφὰς καὶ σκεπάσματα, καὶ εἴ τι ἄλλο οἶός τε ἦν χαρίζεσθαί τις τοῖς ἑαυτοῦ γονεῦσιν. οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς τοιαύτην ἐναντιουμένην τῷ νόμῳ παράδοσιν ἐκδεδώκασιν, ἀσαφέστερον ἐν τῷ εὐαγγελίῳ κειμένην, ᾗ οὐδ᾿ αὐτοὶ ἐπιβεβλήκειμεν ἄν, εἰ μὴ τῶν Ἑβραίων τις ἐπιδέδωκεν ἡμῖν τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα. ἔσθ᾿ ὅτε, φησίν, οἱ δανεισταὶ δυστραπέλοις περιπίπτοντες χρεώσταις καὶ δυναμένοις μὲν μὴ βουλομένοις δὲ ἀποδιδόναι τὸ χρέος, ἀνετίθεσαν τὸ ὀφειλόμενον εἰς τὸν τῶν πενήτων λόγον, οἶς ἐβάλλετο εἰς τὸ γαζοφυλάκιον ὑπὸ ἑκάστου (ὡς ἐδύνατο) τῶν βουλομένων αὐτοῖς κοινωνεῖν. ἔλεγον οὖν ἔσθ᾿ ὅτε τοῖς ὀφείλουσι κατὰ τὴν οἰκείαν διάλεκτον· κορβᾶν ἐστιν ὃ ὀφείλεις μοι, τουτέστι δῶρον· ἀνέθηκα γὰρ αὐτὸ εἰς λόγον τῆς εἰς θεὸν εὐσεβείας τοῖς πένησιν. εἶτα ὁ χρεώστης, ὡς μηκέτι ἀνθρώποις, ἀλλὰ τῷ θεῷ ὀφείλων καὶ τῇ εἰς αὐτὸν εὐσεβείᾳ, οἱονεὶ συνεκλείετο πρὸς τὸ καὶ μὴ βουλόμενος ἀποδοῦναι τὸ χρέος, οὐκέτι μέν τῷ δανειστῇ, ἤδη δὲ εἰς τὸν λόγον τῶν πενήτων τῷ θεῷ ἐξ ὀνόματος τοῦ δανειστοῦ. ὅπερ οὖν ὁ δανειστὴς ἐποίει τῷ χρεώστῃ, τοῦτό ποτέ τινες τῶν υἱῶν τοῖς γονεῦσιν, καὶ ἔλεγον αὐτοῖς ὅτι, ἄν ἐξ ἐμοῦ ἐμοῦ ὠφεληθῇς, πάτερ ἢ μῆτερ, τοῦτο ἴσθι ἀπὸ τοῦ κορβᾶν λαμβάνειν, ἐκ τοῦ λόγου τῶν θεῷ ἀνακειμένων πενήτων. εἶτα ἀκούοντες οἱ γονεῖς ὅτι κορβᾶν ἐστιν ἀνακείμενον τῷ θεῷ τὸ διδόμενον αὐτοῖς, οὐκέτι ἐβούλοντο λαμβάνειν, εἰ καὶ πάνυ ἔχρῃζον τῶν ἀναγκαίων, ἀπὸ τῶν υἱέων. οἱ οὖν πρεσβύτεροι τοιαύτην παράδοσιν εἰς τοὺς ἀπὸ τοῦ λαοῦ ἔλεγον ὅτι, ὅστις ἄν τῷ πατρὶ ἢ τῇ μητρὶ εἴπῃ τὸ διδόμενόν τινι αὐτῶν κορβᾶν εἶναι καὶ δῶρον, οὗτος οὐκέτι ὀφειλέτης ἐστὶ πρὸς τὸν πατέρα ἢ τὴν μητέρα ἐν δόσει τῶν πρὸς τὰς τοῦ βίου χρείας. τούτην οὖν ἐλέγχει ὡς οὐχ ὑγιῶς ἔχουσαν παράδοσιν ὁ σωτήρ, ἀλλὰ ἐναντιουμένην τῇ ἐντολῇ τοῦ θεοῦ. εἰ γὰρ ὁ μέν θεὸς λέγει τὸ τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἡ δέ παράδοσις ἔλεγεν· οὐκ ὀφείλει τιμᾶν τὸν πατέρα ἢ τὴν μητέρα τῇ δόσει ὁ ἀναθεὶς τῷ θεῷ ὡς κορβᾶν τὸ δοθησόμενον ἄν τοῖς γεγεννηκόσι, δῆλον ὅτι ἠκυροῦτο ἡ τοῦ θεοῦ Περὶ τιμῆς γονέων ἐντολὴ ὑπὸ τῆς τῶν Φαρισαίων καὶ γραμματέων παραδόσεως, λεγούσης μηκέτι δεῖν τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρ(ι τὸν ἅπαξ ἀνατεθεικότα τῷ θεῷ ὅ ἔλαβον ἄν οἱ γεγεννηκότες. καὶ ὡς φιλάργυροί γε οἱ Φαρισαῖοι, ἶνα τῇ προφάσει τῶν πενήτων λαμβάνωσι καὶ τὰ δοθησόμενα ἄν τοῖς γονεῦσί τινος, τὰ τοιαῦτα ἐδίδασκον. καὶ μαρτυρεῖ γε αὐτῶν τῇ φιλαργυρίᾳ τὸ εὐαγγέλιον λέγον · »ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, κοὶ ἐξεμυκτήριζον αὐτόν«. Εἴ τις οὖν καὶ τῶν λεγομένων ἐν ἡμῖν πρεσβυτέρων ἢ ὅπως ποτέ ἀρχόντων τοῦ λαοῦ μᾶλλον τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἄν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων κοὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν. καὶ σφόδρα γε ἀποτρεπτικά ἐστιν ἐκ τοῦ λόγου τῶν πενήτων λαμβάνειν τινὰ προθύμως καὶ νομίζειν »πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν«, οὐ μόνα δὲ ταῦτα, ἀλλὰ καὶ τὰ περὶ τοῦ προδότου Ἰούδα γεγραμμένα, ὅς μὲν δοκεῖν ἐπρέσβευε περὶ τῶν πενήτων καὶ ἀγανακτῶν ἔλεγεν · »ἠδύνατο τὸ μύρον πραθῆναι δηναρίων τριακοσίων καὶ δοθῆναι πτωχοῖς«, τὸ δ’ ἀληθὲς »κλέπτης ἦν κοὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάστα- ζεν«. εἴ τις οὖν καὶ νῦν τὸ τῆς ἐκκλησίας ἔχων γλωσσόκομον λέγει μέν ὡς καὶ ὁ Ἰούδας) ὑπέρ πενήτων, τὰ δέ βαλλόμενα βαστάζει, τὴν μερίδα ἑαυτῷ τιθείη μετὰ τοῦ ταῦτα πράξαντος᾿ Ἰούδα. δι᾿ ἅ ὡς γάγγραινα) νομὴν ἐσχηκότα ἐν τῇ ψυχῇ αὐτοῦ ὁ διόβολος ἔβαλεν αὐτοῦ »εἰς τὴν καρδίαν« τὸν σωτῆρα παραδοῦναι, καὶ παραδεξάμενον »τὸ πεπυρωμένον« περὶ τούτου »βέλος« ὕστερον αὐτὸς εἰσελθὼν εἰς τὴν ψυχὴν αὐτοῦ) ἐπλήρωσεν αὐτόν. καὶ τάχα ἐπὰν λέγη ὁ ἀπόστολος · »ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία«, διὰ τὴν Ἰούδα λέγει φιλαργυρίαν ,ἥτις ῥίζα πόντων τῶν κακῶν ἐστι τῶν κατὰ τοῦ Ἰησοῦ.