Ancient Greek · ~12 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.8.1
Not analysed yet
Τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων Ξαρισαῖοι καὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν (15, 1. 2 [—9]). Ὁ παρατηρήσας κατὰ ποῖον καιρὸν προσῆλθον τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖον καὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν καὶ τὰ ἑξῆς, εἴσεται ὅτι ἀναγκαίως ὁ Ματθαῖος οὐχ ἁπλῶς ἀνέγραψε προσεληλυθέναι τοὺς ἀπὸ Ἱεροσολύμων Φαρισαίους καὶ γραμματεῖς τῷ σωτῆρι πυνθανομένους αὐτοῦ τὰ ἐκκείμενα, ἀλλὰ πεποίηκε· τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων. πότε οὖν τότε, κατανοητέον. ἡνίκα »διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρὲτ« τῷ πλοίῳ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, κοπάσαντος τοῦ ἀνέμου ἀφ᾿ οὗ ἐπιβέβηκεν ὁ Ἰησοῦς τῷ πλοίῳ, καὶ ὅτ᾿ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα κἄν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὄσοι ἥψαντο διεσώθησαν«, τηνικάδε προσῇλθον αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς, μὴ κααπλαγέντες τὴν ἐν τῷ Ἰησοῦ δύναμιν ἰασαμένην τοὺς κἄν »μόνον τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ« ἁψαμένους, φιλαιτίως δέ ἐγκαλοῦντες ἐπὶ τοῦ διδασκάλου, οὐ περὶ παραβάσεως ἐντολῆς θεοῦ ἀλλὰ παραδόσεως μιᾶς Ἰουδαϊκῶν πρεσβυτέρων. καὶ εἰκὸς ὅτι αὐτὸ τὸ τῶν φιλαιτίων ἔγκλημα παρίστησι τὴν τῶν μαθητῶν Ἰησοῦ εὐλάβειαν, μηδεμίαν ἀφορμὴν διδόντων ἐπιλήψεως ὡς περὶ παραβάσεως ἐντολῶν θεοῦ τοῖς Φαρισαίοις καὶ γραμματεῦσιν, οἵτινες οὐκ ἄν προσήνεγκαν τὸ περὶ παραβάσεως τοῖς μαθηταῖς Ἰησοῦ ἔγκλημα ὡς παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων ,εἴπερ εἶχον ἐπιλαμβάνεσθαι τῶν ἐγκαλουμένων καὶ ἀποδεικνύναι αὐτοὺς παραβαίνοντας ἐντολὴν θεοῦ. Μὴ νομίσῃς δὲ ταῦτα κατασκευαστικὰ εἶναι τοῦ δεῖν τηρεῖσθαι τὸν κατὰ τὸ γράμμα Μωσέως νόμον, ἐπεὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἕως τότε αὐτὸν ἐφύλαττον · οὐ γὰρ πρὸ τοῦ παθεῖν »ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου« ὁ ἐν τῷ παθεῖν ὑπέρ ἀνθρώπων γενόμενος ὑπέρ ἡμῶν κατάρα«. ἀλλ’ ὡσπερεὶ καθηκόντως καὶ Παῦλος τοῖς Ἰουδαίοις Ἰουδαῖος« ἐγένετο, »ἵνα Ἰουδαίους κερδήσῃ«, τί ἄτοπον τοὺς ἀποστόλους ἐν Ἰουδαίοις ποιουμένους τὰς διατριβάς, κἂν τὰ πνευματικὰ νοῶσι τοῦ νόμου, χρῆσθαι τῇ συμπεριφορᾷ, ὡς καὶ Παῦλος Τιμόθεον περιτεμὼν καὶ θυσίαν κατά τινα νομικὴν εὐχὴν προσαγαγών, ὡς ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσι πλὴν πάνυ φαίνονται φιλεγκλήμονες οἱ Περὶ μὲν ἐντολῆς θεοῦ μηδέν ἔχοντες ἐγκαλεῖν τοῖς Ἰησοῦ μαθηταῖς, μόνον δέ περὶ πρεσβυτέρων παραδόσεως μιᾶς. καὶ μάλιστα ἐμφαίνεται οὕτως τὸ φιλέγκλημον, ὅτι παρ᾿ αὐτοῖς τοῖς ἰαθεῖσιν ἀπὸ τοῦ κακῶς ἔχειν Προσάγουσι τὸ ἔγκλημα, τῷ μέν δοκεῖν κατὰ τῶν μαθητῶν τό δ’ ἀληθὲς τὸν διδάσκαλον διαβάλλειν προαιρούμενοι · ὅτι κοὶ παράδοσις ἦν τῶν πρεσβυτέρων τὸ νίπτεσθαι ὡς ἀναγκαῖον Πρὸς εὐσέβειαν. ᾤοντο γὰρ κοινὰς μέν καὶ ἀκαθάρτους εἶναι χεῖρας τὰς τῶν μὴ νιψαμένων πρὸ τοῦ ἀρτοφαγεῖν, καθαρὰς δέ καὶ ἁγίας γεγονέναι τὰς τῶν ἀποπλυνομένων ὕδατι, οὐ συμβολικῶς, ἀλλ᾿ ἀνάλογον τῷ κατὰ τὸ Μωσέως νόμῳ. ἡμεῖς δέ οὐ κατὰ τὴν τῶν παρ’ ἐκείνοις πρεσβυτέρων παράδοσιν, ἀλλὰ κατὰ τὸ εὔλογον καθαίρειν πειρ(όμεθα ἑαυτῶν τὰς πράξεις καὶ οὕτως τὰς τῶν ψυχῶν νίπτεσθαι χεῖρας, ὅταν μέλλωμεν ἐσθίειν οὕς αἰτοῦμεν ἀπὸ τοῦ φίλου ἡμῖν θέλοντος εἶναι Ἰησοῦ »τρεῖς ἄρτους« · »κοιναῖς« γὰρ καὶ »ἀνίπτοις« κοὶ οὐ καθαραῖς χερσὶν οὐ χρὴ τῶν ἄρτων μεταλαμβάνειν.