Ancient Greek · ~14 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 12.1
Not analysed yet
Τούτων δὲ εἰρημένων, νομιστέον ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγούσῃ εἰς παράστασιν τοῦ ποικίλου τῶν ἐν ἀνθρώποις προαιρέσεων, διαφορὰν πρὸς ἀλλήλας πλείστην ὅσην ἐχουσῶν, ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγαγούσῃ ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν ἢ τῶν κακιῶν ἐπιρρεπείαις. σαγήνης δὲ πλοκῇ ποικίλῃ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κατὰ τὴν πεπλεγμένην ἐκ παντοδαπῶν καὶ ποικίλοων νοημάτων παλαιὰν καὶ καινὴν γραφήν. καὶ ὥσπερ τῶν ὑπὸ τὴν σαγήνην πιπτόντων ἰχθύων οἱ μὲν κατὰ τἀκε τὰ μέρη τῆς σαγήνης εὑρίσκονται οἱ δὲ καθ’ἕτερα, καὶ ἕκαστος ὑφ’ ὅ κεκράτηται μέρος, οὕτως εὕροις ἄν καὶ ἐπὶ τῶν ὑπὸ τὴν σαγήνην τῶν γραφῶν ἐληλυθότων τινὰς με]ν κεκρατημένους ὑπὸ τὴν προξητικὴν πλοκὴν (φέρ’ εἰπεῖν, Ἡσαίου κατὰ τόδε τὸ ῥητὸν ἤ Ἰερεμίου ἤ Δανιήλ), ἄλλους δὲ κατὰ νομικὴν καὶ ἄλλους κατὰ εὐαγγελικὴν καὶ τινὸς κατὰ ἀποστολικήν. πρῶντον γὰρ ἁλισκό- μενός τις ὑπο τοῦ λόγου ἤ δοκῶν ἁλίκεσθαι, ἔκ τινος λαμβάνεται μέρους τῆς ὅλης σαγήωης. οὐδὲν δὲ ἄτοπον εἴ τινες τῶν ἁλόντων ἐχθύων ἐμπεριέχον- ται ὅλῃ τῇ τῆς ἐν ταῖς γραφαῖς σαγήνης πλοκῇ καὶ πανταχόθεν συνέχονται καὶ κρατοῦνται, διαδρᾶναι μὴ δυνάμενοι, ἀλλ’ ὡσπερεῖ πάντοθεν κατα- δουλούμενοι καὶ ἐκπεσεῖν τῆς σαγήνης οὐκ ἐώμενοι. Βέβληται δὲ ἡ σαγήνη αὔτη εἰς τὴν θάλασσαν, τὸν πανταχοῦ τῆς οἰκουμένης τῶν ‘νθρώπων κυματούμενον βίον, ***καὶ ἐν τοῖς ἁμυροῖς πράγμασι τοῦ βίου νηχομένων. αὕτη δὲ ἡ σαγήνη πρὸ τοῦ σωτῆρος ημῶν Ἰησοῦ ὅλη μὲν πεπληρωμένη οὐκ ἦν· ἔλειπε γὰρ τῇ νομικῇ καὶ προφητικῇ πλοκῇ ὁ εἰπών· »μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἤ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι«. καὶ πεπλήρωται ἡ τῆς σαγήωης πλοκὴ ἐν τοῖς εὐγγελίοις καὶ τοῖς Χρστοῦ διὰ τῶν ἀποστόλων λόγοις. διὰ τοῦτο οὖν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείςῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συνγαγούςῃ. Δύναται δὲ χωρὶς τῶν ἀποδεδομένων τὸ ἐκ παντὸς γένους συνα- γαγούςῃ δηλῦν τὴν ἀπὸ παντὸς γένους ἐθνῶν κλῆσιν. οἱ δὲ διακονη- σάμενοι τῇ βληθείςῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἰ προσελθόντες ἄγγελοι καὶ διακονησά- μενοι αὐτῷ, οἵτινες οὐκ ἀναβιβάζουσιν ἀπὸ τῆς θαλόσσης τὴν σαγήνην οὐκὲ φέρουσιν ἐπὶ τὸν ἔφω αὐτῆς αὐγιαλον, τὰ ἔξω τοῦ βίου πράγματα, ἐὰν μὴ πληρωθῇ ἡ σαγήνη, τουτέστι »τὸ πλήρωμα τῶν ἐθνῶν« εἰς αὐτῆν »εἰσέλ- θῃ«. ὅταν δὲ εἰδέλθῃ, τότε αὐτὴν ἀναβιβάζουσιν ἀπὸ τῶν τῇδε καὶ κότω πραγμάτων, καὶ φέρουσιν ἐπὶ τὸν τροπικῶς καλούμενον αὐγιαλόν· ἔνθα ἔργον ἔσται τῶν ἀναβιβασάντων αὐτὴν καὶ καθίσαι παρὰ τῷ αἰγιαλῷ καὶ ἱδρύσαι ἑαυτοὺς ἐκεῖ, ἕνα ἕκαστον μὲν τῶν ὑπὸ τὴν σαγνην καλῶν εἰς τὸ οἰκεῖον τάγμα κατασήσωσι κατὰ τὰ ὀνομαζόμενα ἀνταῦθα αὐτῶν ἐγ- γεῖα, τὰ δὲ ἐναντίως ἔχοντα καὶ σαπρὰ καλούμενα ἔξω βάλωσι. τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρός, ὡς ὁ σωτὴρ ἡρμήνευσεν εἰπών· οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἔγγελοι καὶ ἀφοριοῦσιν αὐτοῦς τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. πλὴν τηρητέον, ὅτι ἤδη διὰ τῆς τῶν ζιζανίων παραβολῆς καὶ τῆς προκειμένης ὁμοιώσεως διδασκόμεθα; ὅτι ἄγγελοι μέλλουσι πιστεύεσθαι τὸ διακρῖναι καὶ διαχωρίσαι τοὺς φαύλους ἀπὸ τῶν διακάων. ἀνωτέρω μὲν γὰρ λέγεται ὅτι »ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοῦς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων«, ἐνταῦθα δέ, ὅτι ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός.