Ancient Greek · ~9 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 13
Not analysed yet
Τούτοις δὲ οὐκ ἀκολουθεῖ, ὅπερ οἴονταί τενες, ὅτι καὶ τῶν ἁγίων ἀγγέλων εἰσὶ κρείττους οἱ ἄνθρωποι οἱ ἐν Χριστῷ σωζόμενοι· πῶς γὰρ δύναται οἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων ἐις ἄγγη βαλλόμενοι τοῖς βάλλουσιν εἰς τὰ ἄγγη παραβάλλεσθαι, ὑπὸ τὴν ἐκείνων τεταγμένοι ἐξουσίαν; ταῦτα δέ φαμεν οὐκ ἀγνοοῦντες, τινῶν ἀγγέλων τῶν μὴ τοιαύτην οἰκονομίαν ἐγκεχειρισμένων (ἀλλ’ οὐδὲ τούτων πάωτων) διαφέρειν τοὺς ἐν Χριστῷ σωθησομένους ἀνθρώπους· ἀνέγνωμεν γὰρ καὶτὸ »εἰς ἅ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«, ἔνθα οὐκ εἴρηται· πάντας »ἀγγελοι«. οἴδαμεν καὶ τὸ »ἀγγέλους καρινοῦμεν«, ὅπου μὴ λέλεκται· πάντας »ἀγγέλους«. τούτων δὲ ἀναγεγραμμένων περὶ τῆς σαγήνης καὶ τῶν ὑπὸ τὴν σαγήνην, ὁ βουλόμενος πρὸ τῆς συντελείας τοῦ αἰῶνος καὶ πρὸ τοῦ ἐξελθόντας τοὺς ἀγγέλους ἀφορίσαι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων μὴ εἶναι καὶ πονηροὺς ὑπὸ τὴν σαγήνην ἐκ παντὸς γένους ἔοικε μήτε τὴν γραφὴν ωενοηκέναι καὶ ἀδυνάτων ἐπιθυμεῖν. διὸ μὴ ξενιζώμεθα, ἐὰν πρὸ τοῦ ἀφορισθῆναι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων ὑπὸ τῶν ἐπὶ τούτῳ ἐξαποσταλησομένων ἐγγέλων ὁρῶμεν ἡμῶν τὰ ἀθροίσματα πεπληρωμένα καὶ πονηρῶν. ἀλλ’ εἴθε μὴ πλείους τυγχάνοιεν ὄντες τῶν δικαίων οἱ βληθησόμενοι εἰς τὴν κάμινον τοῦ πυρός. ἐπεὶ δὲ ἐλέγομεν ἐν ἀρχῇ, ὅτι αἱ παραβολαὶ καὶ αἱ ὁμοιώσεις οὐκ εἰς πάτα, οἷς παραβάλλονται ἤ ὁμοιοῦνται, παραλαμβάνονται ἀλλ’ εἴς τινα, ἔτι τοῦτο κατασκευαστέον ἤ ἐκ τῶν λεχθησομένων, ὅτι ἐπὶ μὲν τῶν ἰχθύων, ὡς πρὸς τὴν ζωὴν αὐτῶν, φαῦλόν τι αὐτοῖς συμβαίνει τὸ ὑπὸ τὴν σαγήνην εὐπεθῆναι (τῆς γὰρ κατὰ φύσιν αὐτοῖς ζωῆς στερίσκονται καὶ οὔτε εἰς ἄγγη βαλλόμενοι οὔτε ἔξω ῥιπτόμενοι πλεῖόν τι πάσχουσι τοῦ ἀπολέσαι τὴν ὡς ἐν ἰχθύσι ζωήν), ἐπὶ δὲ τῶν, δι’ ἅ λαμβάνεται ἡ παραβολή, φαῦλον μέν ἐστι τὸ εἶναι ἐν θαλάσςῃ καὶ μὴ ὑπὸ τὴν σαγήνην ἐλθεῖν ἐπὶ τῷ εἰς ἄγγη μετὰ τῶν καλῶν βλη- θῆναι. οὕτω δὲ ἰχθῦς μὲν φαῦλοι ἔξω βάλλονται καὶ ῥιπτοῦνται, οἱ δὲ κατὰ τὴν προκειμένην ὁμοίωσιν φαῦλοι βάλλονται εἰς τὴν κάμινον τοῦ πυρός, ἴνα τὰ ἐν τῷ Ἰεζεκιὴλ περὶ τῆς καμίνου εἰρημένα καὶ ἐπὶ τούτους φθάςῃ· »καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἀφ’ ὑμᾶς«.