Ancient Greek · ~19 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 18.1
Not analysed yet
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. ζητητέον πότερον καθολικῶς ἴσον δύναται ἐπὶ παάντα προφήτην ἀναφερόμενον τὸ λεγόμενον, ὡς ἑκάστονυ τῶν προφητῶν ἐν τῇ πατρίδι ἀτιμωθέντος), ἥ διὰ τὸ ἑνικῶς εἰρῆσθαι περὶ ἑνὸς ταῦτα λέλεκται. εἰ μὲν οὖν περὶ ἑνὸς ταῦτα λέγεται, ἀρκεῖ τὰ εἰρημπενα, ἀναφερόντων ἡμῶν τὸ γεγραμμένον εἰς τὸν σωτῆρα. εἰ δὲ καθολιόν ἐστιν, ἀπὸ μὲν τῆς ἱστορίας οὐκ ἀληθές (οὔτε γὰρ Ἠλίας ἐν Θεσβὼν τῆς Γαλαὰδ ἠτιμώθη οὔτε Ἐλισσαῖος ἐν Ἐβαλμαουλὰ οὔτε [ὁ] Σαμουὴλ ἐν Ἀρμαθαΐμ οὔθ' Ἱερεμίας ἐν Ἀναθώθ), τροπολογούμενον δὲ καὶ πάνυ ἀληθές. χρὴ γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τἀχα τὸ σῶμα· ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ »κατὰ σάρκα« Ἰσραὴλ ἔτι ὄντες ἐν τῷ σώματι, ὡς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι γέγραπται ἐν ἐλεγμῷ λεγόμενον πρὸς τὸν λαόν· »τίνα γὰρ τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου; «παρὰ δὲ τῷ Παύθλῳ ἐν τῇ παρὸς Θεσσαλονικεῖς προτέρᾳ τὰ ὄμοια λέλεκται· »ὑμεῖς δὲ μιμηταὶ ἐγενἠθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χρριστῷ Ἰησοῦ, ὄτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων«. οὐκ ἐστιν οὖν προφήτης ἄτιμος ἐν τοῖς ἔθνεσιν· ἤ γὰρ οὐδ' ὄλως οἴδασιν αὐτὸν ἤ μαθόντες καὶ παραδεξάμενοι αὐτὸν προφήτην τιμῶσι. τοιοῦτοι δὲ οἱ ἀπὸ ἐκκλησίας. ἀτιμάζονται δὲ οἱ προφῆται πρῶτον μὲν διωχθέντες κατὰ ἱστορίαν ὑπὸ τοῦ λαοῦ, δεύτερον δὲ μὴ πιστευομεής αὐτῶν τῆς προφητείας ὑπὸ τοῦ λαοῦ. εἰ γὰρ ἐπίστευον Μωσῇ καὶ προφήταις, ἐπίστευον ἄν Χριστῷ τῷ παραστήσαντι, ὄτι ἀκολουθεῖ τοῖς πιστεύουσι Μωσῇ καὶ προφήταις τὸ πιστεύειν Χριστῷ καὶ τοῖς μὴ πιστεύουσι Χριστῷ τὸ μὴ πιστεύειν Μωσῇ. ἔτι δὲ ὥσπερ »διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν« ἀτιμάζειν ὁ ἁμαρτάνων λέγεται, οὔτω διὰ τοῦ μὴ πιστεύειν τῷ προφητευομένῳ ἀτιμάζεται ὑπὸ τοῦ ἀπιστοῦντος ταῖς προφητείαις ὁ προφήτης. Χρήσιμον δὲ ὡς πρὸς τὴν ἱστορίαν ἀναλέξασθαι ἄ πέπονθεν Ἱερεμίας ἐν τῷ λαῷ, ἐφ' οἶς εἶπε· »καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου«, καὶ πάλιν ἀλλαχοῦ »διετέλεσα μυκτηριζόμενος«. ὅσα δὲ καὶ ὑπὸ τοῦ τότε βασιλέως τοῦ Ἰσραὴλ πέπονθεν, ἐν τῇ προφητείᾳ αὐτοῦ ἀναγέγραπται. καὶ Μωσέα δὲ ὅτι ἦλθον πολλάκις λιθόλευστον ποιῆσαι οἱ ἀπὸ τοῦ λαοῦ, καὶ τοῦτο γέγραπται, καὶ ἦν αὐτῷ πατρὶς οὐχ οἱ λίθοι τινὸς τόπου, ἀλλ' οἱ ἀκολουθήσαντες αὐτῷ, ὁ λαός, παρ' οἷς καὶ αὐτὸς ἠτιμώθη. καὶ Ἡσαΐας δὲ πεπρῖσθαι ὑπὸ τοῦ λαοῦ ἱστόρηται. εἰ δέ τις οὐ προσίεται τὴν ἱστορίαν, διὰ τὸ ἐν τῷ ἀποκρύφῳ Ἡσαΐᾳ αὐτὴν φέρεσθαι, πιστευσάτω τοῖς ἐν τῇ πρὸς Ἑβραίους οὕτω γεγραμμένοις· »ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν«· τὸ γὰρ »ἐπρίσθησαν« ἐπὶ τὸν Ἡσαΐαν ἀναφέρεται, ὥσπερ τὸ »ἐν φόνῳ μαχαίρας ἀπέθανον« ἐπὶ τὸν Ζαχαρίαν φονευθέντα »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, ὡς ὁ σωτὴρ ἐδίδαξε μαρτυρῶν (ὡς οἶμαι) γραφῇ οὐ φερομένῃ μὲν ἐν τοῖς κοινοῖς καὶ δεδημευμένοις βιβλίοις, εἰκὸς δ' ὅτι ἐν ἀποκρύφοις φερομένῃ. ἠτιμώθησαν δὲ ἐν τῇ πατρίδι παρὰ τοῖς Ἰουδαίοις καὶ περιελθόντες »ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι« καὶ τὰ ἑξῆς. »πάντες« γὰρ »οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται«. εἰκὸς δ' ὅτι τοῦτο ἐπιστάμενος ὁ Παπυλος, τὸ προφήτην ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχειν, πολλαχοῦ τὸν λόγον κηρύξας, οὐκ ἐκδήρυξεν ἐν Ταρσῷ. καὶ οἱ ἀπόστολοι διὰ τοῦτο κατέλιπον τὸν Ἰσραήλ, ἐποίησαν δὲ τὸ προστεταγμένον ὑπὸ ὑπὸ τοῦ σωτῆρος· »μαθητεύσατε πάντα τὰ ἔθνη« καὶ τὸ »ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς«. πεποιήκασι μὲν οὖν τὸ προστεταγμένον ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ἀλλ' ἐπεὶ προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει, μὴ παραδεξαμένων Ἰουδαίων τὸν λόγον, ἀπεληλύθασιν εἰς τὰ ἔθνη. πρόσχες δέ, εἰ δύνασαι διὰ τὸ »ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι« πεπληρωμενον μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἐν ταῖς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαις λέγειν, ὅτι οἱ πρότερον ἐκ τοῦ κόσμου καὶ διὰ τοῦ πιστεύειν γενόμενοι οὐκέτι ἐκ τοῦ κόσμου ἐν τῇ ἰδίᾳ πατρίδι, τῷ κόσμῳ, ἅγιον πνεῦμα λαβόντες καὶ προφητεύοντες τιμὴν οὐκ ἔχουσιν, ἀλλὰ ἀτιμάζονται. διὸ μακάριοί εἰσι τὰ αὐτὰ τοῖς προφήταις παθόντες κατὰ τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον· »κατὰ ταὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν«. τούτοις δέ τις ἐμμελῶς προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπιβουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος »ἕνεκεν δικαιοσύνης« οὐ μόνον οὐ λυπηθήσεται, ἀλλὰ καὶ χαρήσεται καὶ ἀγαλλιάσεται, πειθόμενος διὰ ταῦτα μισθὸν ἔχειν πολὺν »ἐν τοῖς οὐρανοῖς« ἀπο τοῦ ὁμοιώσαντος αὐτὸν τοῖς προφήταις ἐκ τοῦ ταὐτὰ πεπονθέναι. ἀτιμάζεσθαι τοίνυν ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἁμαρτάνουσι, βαρουμένοις τῷ βίῳ τοῦ δικαίου, χρὴ τὸν ζηλοῦντα βίον προφητικὸν καὶ χωρήσαντα τὸ ἐν ἐκείνοις πνεῦμα.