Ancient Greek
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 19.1
Not analysed yet
Ἑξῆς ἔστιν ἰδεῖν τὸ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. διὰ τούτων δὲ διδασκόμεθα, ὅτι αἱ δυνάμεις ἐν τοῖς πιστεύουσιν ἐγίνοντο, ἐπεὶ »παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται«, ἐν ἀπίστοις δὲ οὐ μόνον οὐκ ἐνήργουν αἱ δυνάμεις, ἀλλ' (ὡς ὁ Μᾶρκος ἀνέγραψεν) οὐδὲ ἐδύναντο ἐνεργεῖν. πρόσχες γὰρ τῷ »οὐκ ἠδύνατο ἐκῖ οὐδεμίαν ποιῆσαι δύναμιν«· οὐ γὰρ εἶπεν »οὐκ« ἤθελεν, ἀλλ' »οὐκ ἠδύνατο«, ὡς ἐρχομένης μὲν ἐπὶ τὴν ἐνεργοῦσαν δύναμιν συμπράξεως ὑπὸ πίστεως ἐκείνου εἰς ὅν ἐνήργει ἡ δύναμις, κωλυομένης δὲ ἐνεργεῖν ὑπὸ τῆς ἀπιστίας. ὅρα οὖν, ὅτι πρὸς τούς εἰπόντας· »διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; «εἶπε· »διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν«, καὶ πρὸς τὸν ἀρξάμενον καταποντίζεσθαι Πέτρον λέλεκται· »ὀλιγόπιστε, εἰς τί ἐδίστασας; «ἀλλὰ καὶ ἡ αἱμορροοῦσα, μὴ ἀξιώσασα περὶ τῆς θεραπείας, ἀλλὰ μόνον λογισαμένη, εἰ ἅψατιτο »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι ἰαθήσεται, »ἰάθη παραχρῆμα«, καὶ ὁμολογεῖ τῷ τρόπῳ τῆς ἰάσεως ὁ σωτὴρ λέγων· »τίς μου ἥψατο; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ«. καὶ τάχα ὥσπερ ἐπὶ τῶν σωμάτων ἐστί τισι πρός τινα φυσικὴ ὁλκή, ὡς τῇ μαγνησίᾳ λίθῳ πρὸς σίδηρον καὶ τῷ καλουμένῳ νάφθᾳ πρὸς πῦρ, οὕτως τῇ τοιᾷδε πίστει πρὸς θείαν δύναμιν· καθὸ εἴρηται καὶ τὸ »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται«. ἀκριβῶς δὲ δοκοῦσί μοι ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος τὸ ὑπερέχον τῆς θείας δυνάμεως παραστῆσαι βουλόμενοι ὅτι καὶ ἐν ἀπιστίᾳ δύναται, ἀλλ' οὐκ ἐπὶ πλεῖον δύναται, ὅσον δύναται ἐν πίστει τῇ τῶν εὐεργετουμένων, εἰρηκέναι οὐχ ὅτι οὐκ ἐποίησε δυνάμεις διὰ τὴν ἀπιστίαν αὐτῶν, ἀλλ' οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς. καὶ ὁ Μᾶρκος δὲ οὐκ εἶπεν ὅτι »οὐκ ἐδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν« καὶ ἔστη ἐπὶ τούτῳ, ἀλλὰ προσέθηκεν· »εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε«, νικώσης τῆς ἐν αὐτῷ δυνάμεως καὶ οὕτως τὴν ἀπιστίαν. Δοκεῖ δέ μοι ὅτι, ὥσπερ ἐπὶ τῶν σωματικῶν οὔτε αὐτάρκης γεωργία πρὸς συγκομιδὴν καρπῶν, ἐὰν μὴ τὸ περιεχόμενον εἰς τοῦτο συνεργῇ (μᾶλλον δὲ τὸ περιέχον) ποιότητι ὁποίᾳ βούλεται ὁ κοσμῶν καὶ ποιῶν αὐτὸ ὁποῖον θέλει, οὔτε τὸ περιέχον χωρὶς γεωργίας (μᾶλλον δὲ ὁ προνοῶν οὐ ποιήσαι ἄν ἀνατεῖλαι ἀπὸ τῆς γῆς τὰ ἀπὸ τῆς γῆς ἀνατέλλοντα χωρὶς γεωργίας· ἅπαξ γὰρ τοῦτο πεποίηκεν ἐν τῷ »βλαστησάτω ῃ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα«), οὕτω δὴ οὔτε τὰ ἐνεργήματα τῶν δυνάμεων χωρὶς πίστεως τῆς τῶν θεραπευομένων τὸ αὐτοτελὲς ἔργον ἐπιδείκνυται πρὸς ἴασιν οὔθ' ἡ πίστις, ὁποία ποτ' ἄν ᾖ, χωρὶς τῆς θείας δυνάμεως. καὶ τὸ γεγραμμένον δὲ περὶ σοφίας ἐφαρμόσεις καὶ τῇ πίστει καὶ ταῖς ἀρεταῖς κατ' εἶδος, ὥστε τοιοῦτον ποιῆσαι λόγον· »κἄν γάρ τις ᾖ τέλειος« ἐν πίστει« ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ« δυνάμεως« ἀπούσης εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« τῇ σωφροσύνῃ, ὡς »ἐν υἱοῖς ἀνθρ; φωπων, τῆς ἀπὸ σοῦ« σωφροσύνης »ἀπούσης, εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« ἐν δικαιοσύνῃ καὶ ταῖς λοιπαῖς ἀρεταῖς, »τῆς ἀπὸ σοῦ« δικαιοσύνης ἀπού σης καὶ τῶν ἀπὸ σοῦ λοιπῶν ἀρετῶν »εἰς οὐδὲν λογισθήσεται«. ὅθεν »μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰδχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ«· τὸ γὰρ καυχήσεως ἄξιον οὐχ ἡμέτερον, ἀλλὰ δῶρόν ἐστι τοῦ θεοῦ ἡ ἀπ' αὐτοῦ σοφία καὶ ἡ ἀπ' αὐτοῦ αὐτοῦ ἰσχὺς καὶ οὕτω τὰ λοιπά.