Ancient Greek · ~10 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 2
Not analysed yet
Μετὰ ταῦτα ἀποκριθεὶς εἶπεν ἁπὸ τοῦ· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου ***περὶ ὦν εἰ καὶ κατὰ τὸ δυνατὸν ἠμῖν ἐν τοῖς πρὸ τούτων διειλήφαμεν, οὐδὲν ἧττον καὶ νῦν λελέξεται τὰ δυνάμενα ἐκείνοις προσαρμόσαι, εἰ καὶ καθ’ ἑτέραν διήγησιν ἔχει λόγον. καὶ πρόσχες γε, εἰ δύνασαι τὸ καλὸν σπέρμα τοὺς υἱοὺς τῆς βασιλείας πρὸς τοῖς προαποδεδομένοις καὶ ἑτέρως λαβεῖν, ὅτι ὄτι ἐν τῇ ἀνθρωπίνῃ φύεται ψυχῇ καλά, ταῦτα ὑπὸ τοῦ »ἐν ἀρχῇ πρὸς τὸν θεὸν« λόγου θεοῦ σπείρεται γεννήματα τυγχάνοντα τῆς τοῦ θεοῦ ὡς εἶναι τοὺς περὶ ἑκάστου ὑγιεῖς λόγους τοὺς υἱοὺς τῆς βασιλείας. κοιμωμένων δὲ τῶν μὴ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ πραττόντων λέγοντος· γρηγορεῖτε καὶ προσεύχεσθε, ἴνα μὴ εἰσέλθητε εἰς πειρασμόν«, ὁ διόβολος ἐΠιτηρῶν ἐπισπείρει τὰ καλούμενα ζιζάνια, μοχθηρὰ δόγματα, ταῖς καλουμένοις ὑπό τινων φυσικαῖς ἐννοίαις καὶ σπέρμασι καλοῖς τοῖς ἀπὸ τοῦ λόγου. κατὰ δὲ τοῦτο ἀγρὸς καὶ ὁ κόσμος πᾶς λέγοιτο ἄν, καὶ οὐ μόνον ἡ ἐκκλησία τοῦ θεοῦ· ἐν γὰρ παντὶ κόσμῳ ὁ μὲν υἱὸς τοῦ τοῦ ἀνθρώπου ἔσπειρε τὸ καλὸν σπέρμα, ὁ δὲ πονηρὸς τὰ πονηρὸς ξιζάνια, ἄπερ εἰσὶν οἱ μοχθηροὶ λόγοι, οἱ ἀπὸ κακίας υἱοὶ τοῦ πονηροῦ. δεήσει δὲ γενέσθαι ἐΠὶ τέλει τῶν πραγμάτων (ὃ καλεῖτα συντέλεια τοῦ αἰῶνος) ἵν’ οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ δόγματα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσι, τῷ λεγομένῳ καίειν πυρὶ ἀνατρέποντες αὐτά. καὶ οὕτω συλλέξουσιν οἱ τοῦ λόγου ἄγγελοι καὶ ὑπηρέται ἐκ πάσης τῆς τοῦ Χριστοῦ βασιλείας πάντα τὰ ἐνυπάχοντα ταῖς ψυχαῖς σκάνδαλα καὶ τοὺς τὴν ἀνομίαν ποιοῦντας λογισμούς, οὔστινας ἀναλίσκοντες βαλοῦσιν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην · ἔνθα κοὶ οἱ συναισθηθέντες ἑαυτῶν διὰ τὸ κοιμᾶσθαι τὰ σπέρματα τοῦ πονηροῦ ἐν ἑαυτοῖς ἑαυτοῖς κλαύσονται καὶ ὡσπερεὶ ἑαυτοῖς θυμωθήσονται. τοῦτο γὰρ ὁ βρυγμὸς τῶν ὀδόντων, διὸ κοὶ ἐν τοῖς Ψαλμοῖς τὸ »ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν« λέλεκται. τότε μάλιστα οἱ δίκαιοι λάμψουσιν οὐκέτι διαφόρως, ὡς κατὰ τὰς ἀρχάς, ἀλλὰ πόντε ὡς εἷς ἤλιος ἐν τῇ ἐν βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὡς μυστήριον γοῦν δηλῶν ὁ σωτήρ, τάχα μέν καὶ διὰ πόντο)ν τῶν ἐν τῇ γράσει τῆς παραβολῆς, τάχα δὲ μάλιστα διὰ τοῦ τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν ἐπιφέρει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, διδάσκων τοὺς οἰομένους ἐν τῇ φράσει τῆς παραβολῆς σαφέστατα αὐτὴν ἐκτεθεῖςσθαι, ὡς καὶ ἐν τοῖς τυχοῦσι δύνασθαι νοηθῆναι αὐτήν, ὅτι καὶ αὐτὰ τὰ τῆς διηγήσεως τῆς παραβοῆς δεῖται σαφηνείας.