Ancient Greek · ~13 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 22.1
Not analysed yet
Διόπερ προφητικῇ παρρησίᾳ κεκοσμημένος ὁ Ἰωάννης καὶ μὴ καταπληττόμενος τὸ βασιλικὸν ἀξίωμα τοῦ Ἡρώδου, μηδὲ διὰ τὸ δέος τοῦ θανάτου παρασιωπῶν περὶ τοῦ τηλικούτου ἁμαρτήματος, ἔλεγε τῷ Ἡρώδῃθείου πληρωθεὶς φρονήματος. οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. οὐ γὰρ »ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου«. καὶὁ μὲν Ἡρώδης, κρατήσας τὸν Ἰωάννην, δήσας ἀπέθετο ἐν τῇ φυλακῇ, μὴ τολμῶν πάντη ἀποκτεῖναι »τὸν προφητικὸν λόγον« καὶ ἀνελεῖν ἀπὸ τοῦ λαοῦ. ἡ δὲ τοῦ βασιλέως τῆς Τραχωνίτιδος γυνή, πονηρά τις οὖσα δόξα καὶ μοχθηρὰ διδασκαλία,θυγατέρα ἐγέννησεν ὁμώνυμον, ἦς τὰ δοκοῦντα εὔρυθμα κινήματα ἀρέσαντα τῷ Ἡρώδῃ (τὰ γενέσεως ἀγαπῶντι πράγματα) αἴτια γεγένηται τοῦ μηκέτι εἶναι ἐν τῷ λαῷ κεφαλὴν . μέχρι δὲ τοῦ δεῦρο νομίζω τὰ δοκοῦντα κατὰ τὸν νόμον εἶναι κινήματα τοῦ λαοῦ τῶν Ἰουδαίων μὴ ἄλλο τι τυγχάνειν ἢ τῆς Ἡρωδιάδος θυγατρός. ἀλλ'ἡ Ἡρωδιάδος ὄρχησις ἐναντία ἦν ὁρχήσει ἁρίᾳ, ἥν οἱ μὴ ὁρχησάμενοι ὁνειδισθήσονται ἀκούοντες. »ηὑλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε«. καὶ ἐν γενεθλίοις δὲ παρανόμου βασιλεύοντος αὐτῶν λόγου ὀρχοῦνται, ὡς ἀρέσκειν ἐκείνῳ τῷ λόγῳ τὰς κινήσεις αὐτῶν. ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν τὴν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Φαραὼ γενέθλιον καὶ διηγήσατο ὅτι ὁ φαῦλος τὰ γενέσεως ἀγεπῶν πράγματα ἑορτάζει γενέρλιον. ἡμεῖς δὲ ἀπ' ἐκείνου ταύτην εὑρόντες ἀφορμὴν ἐπ'οὐδεμοιᾶς γραφῆς εὔρομεν ὑπὸ δικαίου γενέθλιον ἀγομένην. ἄδικος γὰρμᾶλλον ἐκείνου τοῦ Φαραὼ ὁ Ἡρώδης. καὶ γὰρ ὑπ'ἐκείνου μὲν ἐν γενεθλίῳ ἀρχισιτοποιός ἀναιρεῖται, ὑπὸ δὲ τούτου Ἰωάννης, οὖ »μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶε ἐγήγερται«, περὶ οὗ ὁ σωτὴρ λέγει. »ἀλλὰ τί ἐξεληλύθατε; προφήτην ἱδεῖν; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου«. ἀλλὰ εὐχαριστητέον τῷ θεῷ, ὅτι, εἰ καὶ ἡ προφητικὴ ἀπὸ τοῦ λαοῦ ἦρται χάρις, ἡ πάσης ἐκείνης μείζων ἐξεχύθη εἰς τὰ ἔθνη διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, »ὃς ἐγένετο ἐν νεκροῖς ἐλεύθερος«. »εἰ γὰρ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ«. Ἔτι δὲ ὅρα τὸν λαόν, παρ'ᾦ καθαρὰ μὲν καὶ ἀκάθαρτα ἐξετάζεται βρώματα, καταφρονεῖται δὲ προφητεία ἐπὶ πίνακι ἀντὶ ὅφου προσαγομένη. τὴν δὲ κεφαλὴν τῆς προφητείας Ἰουδαῖοι οὐκ ἔχουσι, τὸ κεφάλαιον πάσης προφητείας Χριστὸν Ἰησοῦν ἀρνούμενοι. καὶ ἀποκεφαλίζεται ὁ προφήτης δἱ ὅρκους, ἐφ' οἶς μᾶλλον ἐπιορκεῖν ἢ εὐορκεῖν ἔδει. οὐ ταὐτὸν γὰρ ἦν ἔγκλημα προπετείας ὅρκων καὶ τῆς διὰ τὴν προπέτειαν ἐπιορκίας καὶ τὸ δἰ εὐορκίας ἔγκλημα ἀναρέσεως προφητικῆς. καὶοὐ διὰ τοῦτο μόνον ἀποκεφαλίζεται, ἀλλὰ καὶ διὰ τοὺς συνανκειμένους, βουλομένους μᾶλλον ἀναιρεθῆναι τὸν προφήτην ἤ ζῆν. συνανάκεινται δὲ καὶ συνεστιῶνται λόγῳ μοχθηρῷ Ἰουδαίων βασιλεύοντι οἱ ἐπὶ τῇ γενέσειαὐτοῦ εὐφραινό- μενοι. χρήσῃ δέ ποτε χαριέντως τῷ ῥητῷ πρὸς τοὺς προπετῶς ὁμνύοντας καὶ θέλοντας ἐμεδοῦν ὄρκους ἐπὶ παρανομίᾳ παραληφθέντας, λέγων ὅτι οὑ πᾶσα τήρησις ὅρκων ἐστὶ καθήκουσα, ὡς οὑδὲ ἡ τοῦ Ἡρώδου. ἔτι δὲ πρόσχες ὅτι οὐ μετὰ παρρησίας, ἀλλὰ κρύφα καὶ ἐν φυλακῇ φονεύει τὸν Ἰωάννην ὁ Ἡρώδης. καὶ γὰρ οὐ μετὰ παρρησίας ἀρνεῖται ὁ νῦν Ἰουδαίων λαὸς τὰς προφητείας, δυνάμει δὲ καὶ ἐν κρυπτῷ αὐτὰς ἀρνεῖται καὶ ἐλέγχεται αὐταῖς ἀπιστῶν. ὥσπερ γὰρ εἰ ἐπίστευον Μωσῇ, τῷ Ἰησοῦ ἐπίστευσαν ἄν, οὕτως εἰ ἐπίστευον τοῖς προφήταις, προσήκαντο ἂν τὸν προφητευόμενον. ἀπιστοῦντες δὲ τούτῳ κἀκείνοις ἀπιστοῦσι καὶ ἀποτέμνουσιν ἐν φυλακῇ κατακλείσαντες »τὸν λόγον τὸν προφητικόν«,καὶ ἔχουσιν αὐτὸν νεκρὸν καὶ διαιρεθέντα καὶ μηδαμοῦ ὑγιῃ, ἐπεὶ μὴ νοοῦσιν αὐτόν. ἀλλ'ἠμεῖς ὁλόκληρον ἔχομεν τὸν Ἰησοῦν, πληρωθείσης τῆς περὶ αὐτοῦ λεγούσης προφητείας. »ὁστοῦν αὐτοῦ οὐ συντριβήσεται«.