Ancient Greek · ~8 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 21
Not analysed yet
Ἔχει δὲ οὕτως ἡ τοῦ Ματθαίου λέξις· ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ, εἰς ταῦτ' οὖν δοκεῖ μοι ὅτι, ὥσπερ »ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννυ«, μεθ' ὅν ἔληξεν ἡ προφητικὴ ἀπὸ Ἰουδαίων χάρις, οὕτως ἡ τῶν βασιλευσαντων ἐν τῷ λαῷ ἐξουσία (μέχρι τοῦ ἀναιρεῖν τοὺς νομιζομένους ἀξίους θανάτου αὐτοῖς ὑπάρχουσα) ἕως Ἰωάννου ἦν, καὶ ἀναιρεθέντος τοῦ τελευταίου τῶν προφητῶν παρανόμως ὑπὸ τοῦ Ἡρώδου ἀφῃρέθη ὁ Ἰουδαίων βασιλεὺς τῆς τοῦ ἀναιρεῖν ἐξουσίας. ἐι γὰρ μὴ ἀφῄρητο αὐτὴν ὁ Ἡρώδης, οὐκ ἄν ἐδίκασεν ὁλκή Πιλᾶτος τὸν Ἰησοῦν τὴν ἐπὶ θανάτῳ, ἁλλ'ἤρκεσεν ἂν εἰς τοῦτο Ἡρώδης μετὰ τῆς ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ εἰς τοῦτο βουλῆς. καὶ τότε (οἶμαι) πεπλήρωται τὸ ὑπὸ τοῦ Ἰακὼβ πρὸς Ἰούδαν τοῦτον εἰρημένον τὸν τρόπον. »οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἠγούμενος ἐξ Ἰσραήλ, ἔως ἂν ἔλθῃ ᾦ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν«. τάχα δὲ καὶ ἀφῃρέθησαν τὴν ἐξουσίαν ταύτην Ἰουδαῖοι, τῆς θείας παρασχούσης προνοίας τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἄν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιατευόντων χωρῇ, δοκούσης τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἂν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιστευόντων χωρῇ, δοκούσης κατὰ νόμον γίγνεσθαι. Ἡρώδης δὲ κρατήσας τὸν Ἰωάννην ἔδησεν ἐν φυλακῇ καὶ ἀπέθετο, σύμβολον ποιῶν τοῦ (τὸ ὅσον ἐφ'ἑαυτῷ καὶ τῇ κακίᾳ τοῦ λαοῦ) κατᾳδῆσαι καὶ κατακλεῖσαι λόγον τὸν προφητικὸν καὶ κωλῦσαι αὐτὸν ἔτι μένειν τῆς ἀληθείας κήρυκα ἐπ'ἐλευθερίᾳ, ὡς τὸ πρότερον. τοῦτο δὲ πεποίηκεν Ἡρώδης διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης. οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. οὖτος δὲ ὁ Φίλιππος ἦν τετράρχης »τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας«. τινὲς μὲν οὖν οἴονται ὅτι ἀποθανόντος Φιλίππου, θυγατέρα καταλιπόντος Ἡρωδιάδα, ἔγημα τὴν τοῦ ἀδελφοῦ γυναῖκα ὁ Ἡρώδης, τοῦ νόμου τὸν γάμον ἐν ἀπαιδίᾳ συγχωροῦντος. ἡμεῖς δέ, μηδαμῆ σαφῶς εὑρίσκοντες τεθνηκέναι τὸν Φίλιππον, μεῖζον ἔτι τὸ παρανόμημα τῷ Ἡρώδῃ λογιζόμεθα γεγονέναι, ὅτι καὶ ζῶντος ἀπέστησε τοῦ ἀδελφοῦ τὴν γυναῖκα.