Ancient Greek · ~9 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 24
Not analysed yet
Εἰ δὲ θέλεις ἰδεῖν παοιά ἐστι τῆς ψυχῆς ἀρρωστήματα, κατανόει μοι τοὺς φιλαργύρους καὶ τοὺς φιλοδόξους καὶ τοὺς φιλόπαιδας καὶ εἴ τίς ἐστι φιλόγυνος. καὶ τούτους γὰρ ἐν τοῖς ὄχλοις ἱδὼν καὶ σπλαγχνισθεὶς ἐπ'αὐτοῖς ἐθεράπευσεν. οὑ πᾶν δὲ ἁμάρτημα νούτου φρουρὰν εἶναι, ἀλλἀ ὅπερ ἐναπέσκλψεν ὅλ}η τῇ ψυχῇ. οὕτω γὰρ ἔστιν ἰδεῖν τοὺς μὲν φιλαργύρους ὅλους τεταμένους ἐπὶ τὸ ἀργύριον και τὴν τούτου φρουρὰν καὶ συναγωγήν, τοὺς δὲ φιλοδόξους ἐπὶ τὸ ἀργύριον καὶ τὴν τούτου φρυρὰν ἀπὸ τῶν πολλῶν καὶ χυδαιοτέρων ἔπαινον. καὶ τὸ ἀνάλογον νοήσεις ἐπὶ ὦν ὠνομάσαμεν λοιπῶν, καὶ εἴ τι ἄλλο τούτοις ἐστὶ παραπλήσιον. ἐπεὶ οὖν διηγούμενοι τὸ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν εἴπομεν μὴ πᾶν ἁμάρτημα εἶναι ἀρρώστημα, ἄξιον ἀπὸ τὴς γραφῆς καὶ περὶ τῆς διαφορᾶς τούτων παραμυθήσασθαι. φησὶ δὴ ὁ ἀπόστολος Κορινθίοις, παικίλα ἔχουσιν ἁμαρτήματα, γράφων. »διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί« ἄκουε γὰρ ἐν τούτοις τοῦ »καὶ« συνδέσμου, πλέκοντος καὶ συμπεπλεγμένον ποιοῦντος ἐκ διαφόρων ἁμαρτημάτων, καθὸ οἱ μέν εἰσιν ἀσθενεῖς, ἕτεροι δὲ ἄρρωστοι πλέονἢ ἀσθενεῖς, καὶ ἄλλοι παρ'ἀμφοτέρους οἱ κοι\μώμενοι. οἱ μὲν γὰρ ὀλισθηρῶς διὰ τὴν τῆς ψυχῆς ἀδυναμίαν πορὸς τὸ ὁτιποτοῦν ἁμαρτάνειν ἔχοντες, κἂν μὴ ὅλοι ὦσιν εἴδους τινὸς ἁμαρτίας ὡς οἱ ἄρρωστοι, ἀσθενεὶς εἰσι μόνον. οἱ δὲ ὅλῃ ψυχῇ καὶ ὅλῃ καρδίᾳ καὶ ὅλῃ διανοίᾶ, ἀντὶ τοῦ τὸν θεὸν ἀγαπᾶν, ἀγαπῶντες ἀργύρια ἢ δοξάρια ἢ γύναια ἢ παῖδας, οὖτοι πλέον ἢ ἀσθενείας πεπόνθασιν καί εἰσιν ἄρρωστοι. κοιμῶνται δὲ οἱ, δέον προσέχειν καὶ ἐγρηγορέναι τῇ ψυχῇ, τοῦτο μὲν οὐ ποιοῦντες, ἀπὸ δὲ πολλῆς ἀπροσεξίας νυσίζοντες τὴν προαίρεσιν καὶ ὑπνώττοντες τοῖς λογισμοῖς. οἵτιντες »ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, καὶ παραβαλλομέναις ἐνυπνίοις, ταῖς περὶ τῶν πραγμάτων, τὰ μὲν ὕπαρ καὶ ἀληθῆ οὐκ ἀποδεχόλμενοι, ὑπὸ δὲ τῶν ἐν ταῖς κεναῖς φαντασίαις ἀπατώμενοι. περὶ ὦν καὶ τῷ Ἡσαΐᾳ λέγεται τὸ »ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐν Ἱερουσαλήμ«. εἰ καὶ ἐδόξαμεν οὖν παρεκβεβηκέναι, διηγούμενοι διαφορὰν ἀσθενῶν καὶ ἀρρώωτων καὶ κοιμωμένων, διὰ τὸ τὸν ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους εἰρηκέναι ἃ ἐξεθέμεθα, τὴν παρέκβασιν πεποιήμεθα βουληθέντες παραστῦσαι τί σημαίνεται νοητὸν ἐκ τοῦ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.