Ancient Greek · ~15 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 7.1
Not analysed yet
Πόλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν άνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας (13, 45 [46]). Ἐπειδὴ ἡ βασιλεία τῶν οὑρανῶν ὁμοία ἐστί, πολλῶν ὄντων ἐμπόρων πολλὰ ἐμπορευομένων, οὐδενὶ μὲν ἐκείνων, τῷ δὲ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας καί εὑρόντι ἕνα ἀντάξιον τῶν πολλῶν πολύτιμον μαργαρίτην, ὃν ἀντί πάντων ἠγόρασεν, εὔλογον ἡγοῦμαι τυγχάνειν τὰ περὶ τῆς φύσεως τοῦ μαργαρίτου ἐξετάσαι. παρατήρει δὲ ἐπιμελῶς, ὅτι οὐκ εἶπεν, ὅτι πέπρακε πάντας οὓς εἶχεν· οὐ γὰρ μόνους οὓς ὁ ζητῶν καλοὺς μαργαρίτας ἐώνηται πέπρακεν, ἀλλὰ καὶ πάντα ὅσα εἶχεν, ἵνα ἀγοράσῃ τὸν καλὸν μαργαρίτην ἐκεῖνον. εὕρομεν οὖν παρὰ τοῖς περὶ λίθων πραγματευσαμένοις περὶ τῆς φύσεως τοῦ μαργαρίτου ταῦτα, ὅτι τῶν μαργαριτῶν οἱ μέν εἰσι χερσαῖοι οἱ δὲ θαλάττιοι. καὶ οἱ μὲν χερσαῖοι παρ᾿ Ἰνδοῖς μόνοις γίνονται πρέποντες σφραγῖσι καὶ σφενδόναις καὶ ὅρμοις. οἱ δὲ θαλάττιοι οἱ μὲν διαφέροντες παρὰ τοῖς αὐτοῖς Ἰνδοῖς εὑρίσκονται, οἵτινές εἰσι καὶ ἄριστοι ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γινόμενοι. δευτερεύουσι δὲ ὡς ἐν μαργαρίταις οἱ ἐκ τοῦ κατὰ Βρεττανίαν Ὠκεανοῦ λαμβανόμενοι. τρίτοι δὲ καὶ ἀπολειπόμενοι, οὐ μόνον τῶν πρώτων ἀλλὰ καὶ τῶν δευτέρων, οἱ κατὰ τὸν Βόσπορον περὶ τὴν Σκυθόαν εὑρισκόμενοι. ἔτι δὲ ταῦτα ἐλέγετο περὶ τοῦ Ἰνδικοῦ μαργαρίτου, ὅτιἐν κόγχοις γίνεται προσεοικόσι τὴν φύσιν εὐμεγέθεσι στρόμβοις. οὗτοι δὲ ἱστοροῦνται οἱονεὶ κατὰ ἴλας τὴν θαλάττιον ποιούμενοι νομὴν καθάπερ ἀγελάρχου τινὸς ἐξηγουμένου, περιόπτου τὴν χρόαν καὶ τὸ μέγεθος καὶ διαφέροντος τῶν ὑπ᾿ αὐτόν, ὥστε ἀναλογίαν αὐτὸν ἔχειν τῷ καλουμένῳ ἐσσῆνι μελισσῶν. ἱστόρηται δὲ καὶ περὶ τῆς θήρας τῶν διαφερόντων, τουτέστι τῶν ἐν Ἰνδίᾳ, τοιοῦτον· ὅτι περιλαμβάνοντες οἱ ἐπιχώριοι δικτύοις κύκλον αἰγιαλοῦ μέγαν κατακολυμβῶσιν, ἔνα ἐξ ἁπάντων τὸν προηγούμενον ἐπιτηδεύοντες λαβεῖν, τούτου γὰρ ἁλόντος φασὶν ἄμοχθον γενέσθαι τὴν θήραν τῆς ὑπὸ τούτῳ ἀγέλης, οὐδενὸς ἔτι ἀτρεμοῦντος τῶν ἀπ' αὐτῆς, ἀλλὰ οἷον δεδεμένου ἱμάντι καὶ ἑπομένου τῷ ἀγελάρχῃ. Λέγεται δέ καὶ ἡ γένεσις τῶν ἐν Ἰνδιᾳ μαργαριτῶν χρόνοις συνίστασθαι, λαμβάνοντος λαμβάνοντος τοῦ ζώου πλείονας κοὶ μεταβολάς, ἔως τελειωθῇ, ἔτι δὲ καὶ τοῦτο ἱστόρηται, ὅτι διοίγεται, ὁ κόγχος χάσμῃ παραπλησίως ὁ τοῦ φέροντος τὸν μαργαρίτην ζώου καὶ διοιχθεὶς τὴν ἐπουράνιον εἰς ἑαυτὸν δέχεται δρόσον, ἧς ἐμπλησθεὶς καθαρᾶς καὶ ἀθολωτου περιαυγὴς γίνεται κοὶ λοχεύει μέγαν καὶ εὔρυθμον τὸν λίθον. εἰ δέ ποτε ἐκηχλυμένης καὶ ἀνμωάλου χειμερίου τε μεταλάβοι δρόσου, ὁμιχώδη κύει μαργαρίτην καὶ κηλῖσιν ἐπίμωμον. ἔτι δὲ καὶ τοῦτο εὕρομεν, ὅτι εἰ μεσολαβηθείη ὁδεύων ἐπὶ τὴν πλήρωσιν οὗ κύει λίθου ὑπὸ ἀστραπῆς, μύει καὶ ὡσπερεὶ ***τῷ δείματι σκορπίζει καὶ διαχεῖ τὸν γόνον εἰς τὰ λεγόμενα φυσήματα. ἔστι δέ ὅτε καθάπερ ἠλιτόμηνα γεννᾶνται βραχέα καὶ ἀχλύος τι ἔχοντα, πλὴν εὔρυθμα. ἔτι δέ καὶ τοῦτο ἔχει ὁ Ἰνδικὸς μαργαρίτης παρὰ τοὺς ἄλλους· λευκός ἐστι τὴν χρόαν ἀργύρῳ διαφανεῖ προσφερὴς αὐγήν τε ὑποχλωρίζουσαν ἠρέμα διαλάμπει, ὡς ἐπίπαν δὲ σχῆμα ἔχει στρογγύλον. ἔστι δὲ καὶ τρυφερόχρως καὶ ἁπαλώτερος ἢ κατὰ λίθον. οὕτως δέ ἐστιν ἐπιτερπὴς ἰδέσθαι, ὡς κοὶ παρὰ τοῖς ἐμφανεστέροις (καθὰ ὁ ἀναγράψας ἔλεγε τῶν λίθων) ἀφυμνεῖσαθαι. ἔτι δὲ κοὶ τοῦτο σημεῖον ἀρίστου ἐστὶ μαργαρίτου τὸ τὴν περιφέρειαν τετορνευμένην ἔχειν, καὶ τὸ χρῶμα λευκότατον καὶ διαυγέστατον, καὶ τῷ μεγέθει μέγιστον. ταῦτα μὲν οὖν Περὶ τοῦ Ἰνδικοῦ. ὁ δέ κατὰ τὴν Βρεττανίαν (φασὶ) χρυσωπὸς μὲν ἐστι τὴν ἐπίχροιαν, δέ τις κοὶ ταῖς μαρμαρυγαῖς ἀμβλύτερος. ὁ δὲ ἐν τῷ πορθμῷ τῷ κατὰ Βόσπορον κνεφωδέτερος τοῦ Βρεττανικοῦ καὶ πελιδνὸς καὶ τέλεον ἀμυδρός, ἁπαλός τε καὶ μακρομεγέθης. καὶ γεννᾶται δέ ὁ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ οὐκ ἐν τοῖς πίναις, ὅ ἐστιν ὀστράκων εἶδος μαργαριτοφόρον, ἀλλ' ἐν τοῖς προσαγορευομένοις μυσί. τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, ἡ νομὴ ἐν τέλμασίν ἐστιν. ἱστόρηται δέ καὶ τέταρτον γένος εἶναι μαργα- ριτῶν περὶ τὴν Ἀκρνανίαν ἐν ταῖς τῶν οστρέων πίνοις· οὐ σπουδαῖοι δέ οὗτοι ἄγαν, ἀλλὰ καὶ ἄρρυθμοι καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα τέλεον διατεθολωμένοι καὶ ῥυπῶντες. καὶ ἄλλοι δὲ παρὰ τούτους εἰσὶ περὶ τὴν αὐτὴν Ἀκαρνανίαν πόντων ἕνεκεν απόβλητοι.