Ancient Greek · ~7 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 6
Not analysed yet
Γενόμενος δέ κατὰ τὸν τόπον ζητήσεις, πότερον ἡ βασιλεία τῶν οὐρανῶν μόνῳ τῷ θησαυρῷ ὡμοίωται τῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς ἄλλον νοεῖν τῆς βασιλείας τὸν ἀγρόν, ἢ ὄλῳ τούτῳ ὡμοίωται ὡμοίωται >καὶ τῷ> κεκρυμμένῳ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς τὴν τῶν βασιλείαν εἶναι κατὰ τὴν ὁμοίωσιν καὶ τὸν ἀγρὸν καὶ τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ θησαυρόν. ἐλθὼν δέ τις ἄνθρωπος εἰς τὸν ἀγρόν, εἴτε τὰς γραφὰς εἴτε τὸν Χριστὸν τὸν ἐκ φανερῶν καὶ κρυπτῶν συνεστηκότα, εὑρίσκει τὸν κεκρυμμένον τῆς σοφίας θησαυρόν, εἴτε ἐν Χριστῷ εἴτε ἐν ταῖς γραφαῖς ἐμπεριερχόμενος γὰρ τὸν ἀγρὸν καὶ ἐρευνῶν τὰς γραφὰς καὶ ζητῶν νοῆσαι τὸν χριστὸν εὑρίσκει τὸν ἐν αὐτῷ θησαυρόν), καὶ εὑρὼν κρύπτει, οὐκ ἀκίνδυνονεἶναι νομίζων τὰ τῶν γραφῶν ἀπόρρητα νοήματα ἢ τοὺς ἐν Χριστῷ θησαυροὺς »σοφίας καὶ γνώσεως« ἐκφαίνειν τοῖς τυχοῦσι, καὶ κρύψας ἄπεισι πραγματευόμενος, πῶς ἀγοράσει τὸν ἀγρὸν ἤτοι ἤτοι τας γραφάς, ἴνα ἴδιον κτῆμα αὐτὰς ποιήσῃ, λαβ(ὸν ἀπὸ τῶν τοῦ θεοῦ »τὰ λόγια τοῦ θεοῦ« ἄ πρῶτον Ἰουδαῖοι »ἐπιστεύθησαν«. κοὶ ἀγοράσαντος τοῦ μαθητευθέτος Χριστῷ τὸν ἀγρὸν ἀπαίρεται απ' ἐκείνων ἡ βασιλεία τοῦ θεοῦ« ἥτις ἐστὶ κατ' ἄλλην παραβολὴν ἀμπελὼν) καὶ δίδοται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, τῷ διὰ τῆς πίστεως ἀγοράσαντι τὸν ἀγρὸν ἐκ τοῦ πεπρακέναι πάντα τὰ ὑπάρχοντα καὶ μηδέν τῶν πρότερον ὑπαρχόντων (κακία δὲ αὐτῷ) ἔτι ἔχειν παρ' ἑαυτῷ. τὸ δέ ἐφαρμόσεις, ἐφαρμόσεις, κἄν ἀγρὸς ὁ ἔχων τὸν κεκρυμμένον θησαυρὸν ὁ Χριστὸς ᾖ· οἱ γὰρ »ἀφέντες πάντα« καὶ ἀκολουθοῦντες αὐτῷ οἱονεὶ κατ’ ἄλλον λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἴνα διὰ τοῦ πεπρακέναι καὶ ἀπο ἀποδεδόσθαι δόσθαι ἐκεῖνα ἀντ' ἐκείνων καλὴν βοηθουμένους αὐτοὺς εἰληφέναι απὸ θεοῦ ὠνήσωνται τῆς πολλῆς τιμῆς καὶ ἀξίας τοῦ ἔχοντα τὸν ἔχοντα θησαυρὸν κεκρυμμένον ἐν ἑαυτῷ ἀγρόν.