Ancient Greek · ~4 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.25
Not analysed yet
Ἔτι δέ εἰς τὸ ἀρνησάσθω ἑαυτὸν δοκεῖ μοι χρήσιμον εἶναι τὸ ὑπὸ τοῦ Παύλου ἀρνουμένου ἑαυτὸν εἰρημένον, οὕτο)ς ἔχον· »ζῶ δὲ οὐκ- έτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός«· τὸ γὰρ »ζῶ οὐκέτι ἐγὼ« φο)νὴ ἦν ἑαυτὸν ἀρνουμένου, ὡς ἀποθεμένου μὲν τὴν ἑαυτοῦ ζωήν, ἀνειληφότος δὲ εἰς ἑαυτὸν τὸν Χριστόν, ἵνα αὐτὸς ἐν αὐτῷ ζήσῃ ὡς »δικαιοσύνη« καὶ ὡς »σοφία« καὶ ὡς »ἀγισαμὸς« καὶ ὡς »εἰρήνη ἡμῶν« καὶ ὡς δύναμις θεοῦ«, πάντα ἐν αὐτῷ ἐνεργῶν. ἔτι δὲ καὶ τούτῳ πρόσχες ὅτι, πολλῶν ὄντων τῶν τρόπων τοῦ ἀποθνῄσκειν, ἐπὶ ξύλου« κρεμασθεὶς ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα πάντες οἱ ἀποθνῄσκοντες »τῇ ἁμαρτίᾳ« μὴ ἄλλῳ τρόπῳ ἀποθάνωσιν αὐτῇ ἢ τῷ κατὰ τὸν σταυρόν· διὸ ἐροῦσι τὸ »Χριστῷ συνεσταύρωμαι« καὶ τὸ ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου <ἡμῶν Ἰησοῦ δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμω«. τάχα γὰρ καὶ ἔκαστος τῶν συσταυρουμένων ρουμένων Χριστῷ ἀπεκδύεται »τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας« καὶ δειγματίζει αὐιὰς καὶ θριαμβεύει ἐν τῷ ξύλῳ, μᾶλλον δὲ Χριστὸς ἐν αὐτοῖς ταῦτα ποιεῖ.