Ancient Greek · ~9 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.24
Not analysed yet
Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς οὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν καὶ τὰ ἑξῆς (16. 24–27). Διὰ τούτων δείκνυται, ὅτι τὸ θέλειν ὀπίσω τοῦ Ἰησοῦ ἐλθεῖν καὶ ἀκολουθεῖν εἶν αὐῷ οὐκ ἀπὸ τοῦ τυχόντος ἀνδραγαθήματος γίνεται, καὶ οὐδεὶς μὴ ἀρνησάμενος ἑαυτὸν ἥκοι ἂν ὀπίσω τοῦ Ἰησοῦ. ἀρνεῖται δὲ ἑαυτὸν ὁ τὸν ἑαυτοῦ πρότερον κατὰ κακίαν βίον γεγενημένον τῇ ἀξιολόγῳ μεταβολῇ ἀπαλείφων, οἶον ὡς ἐπὶ παραδείγματος) ὁ πάλαι ἀκόλαστος ἀρνεῖται αὑτὸν ἀκόλαστον σωφρονήσας καὶ καθεξῆς. ἀλλ᾿ εἰκὸς ἀντιπίπτειν τινά, εἰ ὥσπερ ἑαυτὸν ἠρνήσατο, οὕτως καὶ αὑτὸν ὁμολογεῖ, ἀρνησάμενος μέν ἑαυτὸν τὸν ἄδικον, ὁμολογῶν δέ ἑαυτὸν τὸν δίκαιον. ἀλλ᾿ εἴπερ Χριστός ἐστιν ἡ δικαιοσύνη, ὁ τὴν δικαιοσύνην ἀνειληφὼς οὐχ ἑαυτὸν ἀλλὰ Χριστὸν ὁμολογεῖ. οὕτως κοὶ ὁ τὴν σοφίαν εὑρὼν δι᾿ αὐτοῦ τοῦ ἔχειν σοφίαν Χριστὸν ὁμολογεῖ. καὶ ὁ τοιοῦτός γε, »καρδίᾳ« πιστεύων »εἰς δικαιοσύνην«, καὶ »στόματι« ὁμολογῶν »εἰς σωτηρίαν« καὶ τοῖς ἔργοις Χριστῷ μαρ- τυρῶν***, ὡς ὁμολογήσας διὰ πόντων τούτων τὸν Χριστὸν »ἔμπροσθεν τῶν ἀνθρώπων«, ὁμολογηθήσεται ὑπ᾿ αὐτοῦ »ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς πατρός«. οὕτω δέ καὶ ὁ μὴ ἀρνησάμενος ἑαυτὸν <ὁμολογεῖ μὲν ἀρνεῖται δέ τὸν Χριστὸν καὶ ὡς> ἀρνησάμενος τὸν Χριστὸν πείσεται τὸ »κἀγὼ αὐτὸν ἀρνήσομαι«. διὰ τοῦτο πᾶς διαλογισμὸς ἡμῶν καὶ νόημα καὶ πᾶς λόγος κοὶ Πᾶσα πρᾶξις πνεέσθω τῆς ἡμῶν Περὶ ἑαυτῶν μέν ἀρνήσεως, περὶ δὲ Χριστοῦ καὶ ἐν Χριστῷ μαρτυρίας <καὶ ὁμολογίας>. πείθομαι γὰρ πᾶσαν τὴν τοῦ τελείου πρᾶξιν μαρτύριον εἶναι Χριστοῦ Ἰησοῦ, καὶ τὴν πάσης ὁμαρτίας ἀποχὴν ἄρνησιν εἶναι ἑαυτοῦ φέρουσαν ὀπίσω τοῦ Ἰησοῦ. ὁ δὲ τοιοῦτος Χριστῷ συνεσταύρωται, κοὶ ἄρας τὸν σταυρὸν ἑαυτοῦ ἀκολουθεῖ τῷ δι᾿ ἡμᾶς βαστάζοντι τὸν ἑαυτοῦ σταυρὸν κατὰ τὸ εἰρημένον οὕτω παρὰ τῷ Ἰωάννῃ »παραλαβόντες οὖν αὐτὸν ἐπέθηκαν αυτω« καὶ τὰ ἑξῆς εως του »οπου αυτον εσταυρωσαν«. ἀλλ᾿ ὁ μέν ἶν’ οὕτο)ς ὀνομάσω) κατὰ τὸν Ἰωάννην Ἰησοῦς »ἑαυτῷ« βαστάζει »τὸν σταυρὸν« καὶ »βαστάζων αὐτὸν ἐξῆλθεν«, ὁ δέ κατὰ τὸν Ματθαῖον κοὶ Μᾶρκον καὶ Λουκᾶν οὐχ ἑαυτῷ αὐτὸν αἴρει· Σίμων γὰρ ὁ Κυρηναῖος αὐτὸν βαστάζει. καὶ τάχα οὗτος μὲν εἰς ἡμᾶς ἀνοφέρεται, τοὺς διὰ τὸν Ἰησοῦν τὸν Ἰησοῦ σταυρὸν αἴροντος. αὐτὸς δὲ ὁ Ἰησοῦς εἰς ἑαυτόν· οἶον γὰρ δύο ἐπίνοιαι τοῦ σταυροῦ εἰσιν, ἑνὸς μὲν ὃν ὁ Σίμων ὁ Κυρηναῖος βαστάζει, ἑτέρου δέ ὃν αὐτὸς »ἑαυτῷ« ὁ Ἰησοῦς.