Ancient Greek · ~5 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.27
Not analysed yet
Ἅμα δέ καὶ τήρει ὅτι έν μέν τῇ ἀρχῇ τὸ ὃς ἂν θέλῃ ειρηται, ἑξῆε δέ τὸ ὃς ἂν ἀπολέσῃ αυτην. θέλοντες οὖν αὐτὴν σώζεσθαι ἀπολέσωμεν αὐτὴν τῷ κόσμῳ, ὡς Χριστῷ συσταυρούμενοι καὶ ὡς ἔχοντες καύχημα τὸ »ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι οὗ ὁ κόσμος« ἡμῖν σταυρωθήσεται καὶ ἡμεῖς »τῷ κόσμῳ«, ἵνα κομισώμεθα »τὸ τέλος τὴν σωτηρίαν τῶν ψυχῶν« ἡμῶν, ἀρχομένην ἀπὸ τοῦ ἀπολλύναι ἡμᾶς αὐτὴν ἕνεκεν τοῦ λόγου. ἀλλ᾿ εἴπερ νοοῦμεν τὸ σώζεσθαι τὴν ψυχὴν μακάριον εἶναι, ἀναφερόμενον ἐπὶ τὴν ἐν θεῷ σωτηρίαν καὶ τοὺς παρ’ αὐτῷ μακαρισμούς, ὀφείλει τις εἶναι καὶ ἀπώλεια ψυχῆς ἀγαθὴ καὶ ἕνεκεν Χριστοῦ, προοίμιον ἐσομένη τῆς μακαρίας σωτηρίας. δοκεῖ μοι οὖν, ἀνάλογον τῷ ἀρνεῖσθαι ἑαυτὸν κατὰ τὰ ἀποδεδο- μένα, ἀπολλύναι δεῖν ἕκαστον τὴν ἑαυτοῦ ψυχήν. ἀπολλύτω οὖν ἕκαστος τὴν ἑαυτοῦ ἁμαρτάνουσαν ψυχήν, ἵνα ἀπολέσας τὴν ἁμαρτάνουσαν ἀναλάβῃ τὴν ἐν τῷ κατορθοῦν σωζομένην. οὐδέν δὲ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ. κερδαίνει δ’ (oἶμαι) τὸν |ᾧ ὁ κόσμος οὐ σταυροῦται. ᾧ δὲ κόσμος οὐ σταυροῦται, ἐκείνῳ ἔσται ζημία τῆς ψυχῆς ἑαυτοῦ. δύο δὲ Προκειμένων, ἤτοι διὰ τὸ κερδαίνειν τὴν ψυχὴν ζημιοῦσθαι τὸν κόσμον, ἢ διὰ τὸ κερδαίνειν τὸν κόσμον ζημιοῦσθαι τὴν ψυχήν, Πολλῷ μᾶλλόν ἐστιν αἱρετώτερον ζημιωθῆναι μέν ἡμᾶς τὸν κόσμον, κερδῆσαι δὲ τὴν ψυχὴν ἐκ τοῦ διὰ Χριστὸν αὐτὴν ἀπολέσαι.