Ancient Greek · ~6 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.28
Not analysed yet
Τὸ δέ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; δόξειμὲν ἐΠαπορητικῶς εἰρημένον δύνασθαι δηλοῦν καὶ τὸ δοῦναι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ μετὰ τὰς ἁμαρτίας ὅλην ἀποδεδομένον τὴν οὐσία, ἵνα ψωμίσῃ πένητας τὰ ὑπάρχοντα αὐτοῦ, ὡς διὰ τούτου σωθησόμενος. καὶ ἀποφαντικῶς δ’ οἶμαι δηλοῦν ὅτι οὐκ ἔστι τι τῷ ἀνθρώπῳ, ὅπερ δοὺς ὡς ἀντάλλαγμα τῆς ψυχῆς ἑαυτοῦ κεκρατημένης ὑΠὸ τοῦ θανάτου, λυτρώσεται αὐτὴν ἐκ χειρὸς αὐτοῦ. ἄνθρωπος μὲν οὖν οὐκ ἂν δῴη τι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, θεὸς δέ τῆς πάντων ἡμῶν ψυχῆς ἀντάλλαγμα ἔδωκε τὸ τίμιον αἷμα τοῦ Ἰησοῦ καθὸ τιμῆς« ἠγοράσθημεν, οὐ φθαρτοῖς, ἀργυρίαῳ ἢ χρυσίῳ« ἀπολυτρωθέντες, »ἀλλὰ τιμίῳ αἵματι ὡς αμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ«, καὶ ἐν Ἡσαΐᾳ λέλεκται τῷ Ἰσραήλ· ἔδωκά σου ἀντάλλαγμα Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Σοήνην ὑπὲρ σοῦ, ἀφ᾿ οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης«· ἄλλαγμα γὰρ φέρ’ εἰπεῖν) ὑπὲρ τῶν πρωτοτόκων τοῦ Ἰσραὴλ τὰ Πρωτότοκα γέγονεν Αἰγυπτίων, κοὶ ὑπέρ τοῦ Ἰσραὴλ οἱ ἀποθανόντες Αἰγύπτιοι ἐν ταῖς λοιποῖς μάστιξι τοῖς ἐπεληλυθυίαις ἐπ᾿ Αἴγυπτον καὶ ἐν τῷ μετὰ τὰς μάστιγας καταποντισμῷ. ἀπὸ τούτων δὲ ὁ δυνάμενος ἐξεταζέτω εἰ τοῦ ἀληθινοῦ Ἰσραὴλ ἄλλαγμα δίδοται ὑπὸ τοῦ θεοῦ »ῥυομένου τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ« ἡ ἀληθινὴ Αἰθιοπία καὶ (ἵν' οὕτως ὀνομάσω) Αἴγυπτος, καὶ τῆς Αἰγύπτου ἡ Σοήνη. ἵνα δέ τολμηρότερον ζητήσω, τόχα Σοήνη μὲν ὑπέρ τῆς Ἱερουσαλήμ, Αἴγυπτος δὲ ὑπὲρ τῆς Ἰουδαίας, Αἰθιοπία δὲ ὑπέρ τῶν φοβουμένων, ἑτέρων ὄντων πορὰ τὸν Ἰσραὴλ καὶ τὸν οἶκον Λευῒ κοὶ τὸν οἶκον Ἀαρών.