Ancient Greek · ~9 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.3
Not analysed yet
Μετὰ Μετὰ ταῦτα κατανοήσωμεν τίνα τρόπον, ἐπερωτηθεὶς περὶ σημείου ἑνός, ἔν’ ἐκ τοῦ οὐρανοῦ ἐπιδείξῃ τοῖς ἐπερωτήσασι Φαρισαίοις καὶ Σαδδουκαίοις, ἀποκρίνεται καὶ λέγει· γενεὰ Πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνὰ τοῦ Προφήτου ,ὅτε καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθε. τὸ σημεῖον δέ ἄρα τοῦ Ἰωνᾶ κατὰ τὴν ἐρώτησιν αὐτῶν οὐχ ἁπλῶς σημεῖον ἦν, ἀλλὰ καὶ ἐξ οὐρανοῦ· ὥστε αὐτὸν καὶ τοῖς πειράζουσι καὶ ἐκπιζητοῦσι σημεῖον ἐξ οὐρανοῦ οὐρανοῦ ἧττον κατὰ τὴν πολλὴν αὐτοῦ ἀγαθότητα δεδωκέναι τὸ σημεῖον. εἰ γὰρ ὡς Ἰωνᾶς ἐποίησεν »ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς« καὶ μετὰ τοῦτο ἐνέστη ἀπ αὐτῆς, πόθεν ἄν λέγοιμεν τὸ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ γεγονέναι σημεῖον ἢ ἀπὸ τοῦ οὐρανοῦ; καὶ μάλιστα ἐπεὶ παρὰ τὸν καιρὸν τοῦ πάθους γέγονεν ἅμα τῷ εὐεργετουμένῳ λῃστῇ εἰς τὸν παράδεισον τοῦ θεοῦ, μετὰ τοῦτο οἶμοι) καταβαίνων εἰς ᾅδου πρὸς τοὺς νεκροὺς ὡς »ἐν νεκροῖς ἐλεύθερος«. καὶ δοκεῖ μοι συνάπτειν τὸ ἀφ᾿ ἑαυτοῦ σημεῖον ὁ σωτὴρ τῷ λόγῳ τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου, λέγο)ν οὐχ ὅμοιον ἐκείνῳ μόνον δίδοσθαι σημεῖον ὑπ᾿ αὐτοῦ, ἀλλὰ καὶ αὐτὸ ἐκεῖνο. πρόσχες γὰρ τῷ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. οὐκοῦν ἐκεῖνο τοῦτο ἦν τῷ ἐκεῖνο τούτου δηλωτικὸν γεγονέναι, ἵνα ἡ ἐκείνου λύσις τοῦ σημείου ἀσάφειαν αὐτόθεν ἔχοντος τὸ παθεῖν ᾖ τὸν σωτῆρα καὶ »ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας« πεποιηκέναι. ἅμα δὲ καὶ καθολικόν τι μανθάνομεν ὅτι, εἴπερ τὸ σημεῖον σημαίνει τι, ἕκαστον τῶν ἀναγεγραμμένων σημείων εἴτε ὠς ἐν γενομένῃ ἱστορίᾳ εἴτε ὡς <ἐν> ἐντολῇ) δηλωτικόν τινός ἐστιν πληρουμένου · οἶον τὸ σημεῖον Ἰωνᾶ, ἐξιόντος μετὰ μετὰ ἡμέρας ἀπὸ τῆς κοιλίας »τοῦ κήτους«, τῆς τοῦ σωτῆρος ἡμῶν ἦν ἀναστάσεως μετὰ »τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας« ἀνισταμένου ἀπὸ τῶν νεκρῶν, καὶ ἡ περιτομὴ λεγομένη »σημεῖον« τῆς παρὰ τῷ Παύλῳ δηλουμένης ἐν τῷ · »ἡμεῖς γὰρ ἐσμεν ἡ περιτομή«. ζήτει δέ καὶ σὺ πᾶν τὸ ἐν τοῖς παλαιοῖς γράμμασι σημεῖον τίνος ἐν τῇ καινῇ φῇ τύπος πράγ> ἐστι, καὶ τὸ ἐν καινῇ διαθήκῃ ὀνομασθὲν σημεῖον τίνος ἐστὶν ἢ ἐν τῷ μέλλοντι αἰῶνι δηλωτικὸν ἢ καὶ ἐν ταῖς ὕστερον γενεαῖς μετὰ τὸ γεγονέναι τὸ σημεῖον.