Ancient Greek · ~16 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.4.1
Not analysed yet
Κοὶ πονηρὰν μὲν εἶπεν αὐτοὺς γενεὰν διὰ τὴν ἀπὸ τοῦ πονηροῦ ποιότητα εἰς ἐγγενομένην ἐγγενομένην ἔστι δέ ἡ Πονηρία ἑκούσιος κακοποιία), μοιχαλίδα δέ διὰ τοῦτο, ἐπεὶ τὸν τροπικῶς λεγόμενον ἄνδρα, τῆς ἀληθείας λόγον ἢ νόμον, καταλιπόντες οἶ Φαρισαῖοι καὶ Σαδουκαῖοι ἐμοιχεύθησαν ὑπὸ τοῦ ψεύδους καὶ τοῦ νόμου »τῆς ἁμαρτίας« εἰ γὰρ δύο εἰσὶ νόμοι, ὅ τε ἐν τοῖς μέλεσιν« ἡμῶν ἀντιστρατευόμενος »τῷ νόμῳ τοῦ νοὸς« καὶ ὁ »τοῦ νοός«, λεκτέον ὅτι ὁ μὲν »τοῦ νοὸς« τουτέστιν ὁ »πνευματικὸς«) ἀνήρ ἐστι, πρὸς ὅν ἡρμόσθη ἀπὸ θεοῦ γυνὴ ἡ ψυχὴ) ἀνδρὶ »τῷ νόμῳ«) κατὰ τὸ γεγραμμένον »παρὰ δέ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή«, ὁ δὲ ἄλλος μοιχός ἐστι τῆς ὑποτασσομένης αὐτῷ ψυχῆς καὶ δι’ αὐτὸν μοιχα- λίδος χρηματιζούσης. ὅτι δέ ὁ νόμος ἀνὴρ τῆς ψυχῆς ἐστι, σαφῶς ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλος παριστᾷ λέγων ὅτι »ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ · ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ« κοὶ τὰ ἐξῆς. πρόσχες γὰρ ἐν τούτοις ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ (ὁ νόμος ὡς ἀνὴρ γυναικός) · ἡ γὰρ ὕπανδρος γυνὴ ἡ ὑπὸ τὸν νόμον ψυχὴ) τῷ ζῶντι ἀνδρὶ δέδεται ὄντι) νόμῳ· ἐὰν δέ ἀποθάνῃ ὁ ἀνὴρ ὁ νόμος) κατήργηται ἀπὸ τοῦ νόμου ὅς ἐστιν ἀνήρ)«. ἀποθνῄσκει δέ ὀ νόμος τῷ ἀναβάντι ἐπὶ τὴν μακαριότητα καὶ μηκέτι ὑπὸ νόμον πολιτευομένῳ, ἀλλ᾿ ὡς ὁ Χριστὸς πράττοντι, ὅς εἰ καὶ γέγονεν ὑπὸ νόμον« διὰ τοὺς ὑπὸ νόμον. »ἴνα τοὺς ὑπὸ νόμον κερδήσῃ«, οὔτε ἔμεινεν ὑπὸ νόμον οὔτε ἀφῆκεν ὑπὸ νόμον τοὺς ὑπ᾿ αὐτοῦ ἐλευθερωθέντας· ἀνήγαγε γὰρ αὐτοὺς ἅμα ἑαυτῷ ἐπὶ τὴν ὑπὲρ τὸν νόμον θείαν πολιτείαν, τὸν περιέχοντα ὡς πρὸς τοὺς ἀτελεστέρους καὶ ἔτι ἁμαρτάνοντας) θυσίας περὶ ἀφέσεως ἁμαρτημάτων. ὁ οὖν ἀναμάρτητος καὶ μηκέτι δεόμενος τῶν νομικῶν θυσιῶν ὑπερβέβηκε τελειωθεὶς τάχα καὶ τὸν πνευματικὸν νόμον, καὶ γέγονεν ἐν τῷ ὑπὲρ αὐτὸν λόγῳ, ὅστις τοῖς μὲν ἐν σαρκὶ ζῶσι »σὰρξ« ἐγεγόνει. τοῖς δέ μηδαμῶς ἔτι »κατὰ σάρκα« στρατευομένοις, ὡς ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«, θεὸς λόγος ὤν, θεωρεῖται καὶ ἀποκαλύπτει τὸν πατέρα. τρία τοίνυν κατὰ τὸν τόπον νοητέον, γυναῖα ὕπανδρον ὑπὸ ἄνδρα τὸν νόμον, καὶ γυναῖκα μοιχαλίδα »ζῶντος τοῦ ἀνδρὸς« νόμου γινομένην ἀνδρὶ ἑτέρῳ«, τῷ νόμῳ τῆς σαρκός, τὴν ψυχήν, κοὶ γυναῖκα τῷ ἀδελφῷ τοῦ τεθνηκότος ἀνδρὸς γαμουμένην, τῷ ζῶντι καὶ μὴ ἀποθνῄσκοντι λόγῶ, ὅς »ἐγερθεὶς ἐκ νεκρῶν οὐκἐτι ἀποθνῄσκει, θάνατος« γαρ »αυτου ουκετι κυριευει«. Καὶ ταῦτα διὰ τὸ »ἐὰν ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρὸς« καὶ διὰ τὸ »ἄρ᾿ οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἐτέρῳ« καὶ διὰ τὸ »ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ«. αὐτὸ δὲ τὸ »ἄρ᾿ οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει« παρειλήφαμεν βουλόμενοι σαφῶς παραστῆσαι, διὰ τί τοῖς πειράζουσι Φαρισαίοις καὶ Σαδδουκαίοις καὶ ἐπιζητοῦσι ἐπιζητοῦσι ἐξ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς ὁ Ἰησοῦς εἶπεν οὐ μόνον τὸ γενεὰ πονηρά, ἀλλὰ καὶ μοιχαλίς. γενικῶς μὲν οἶν ὁ ἐν τοῖς μέλεσι νόμος ὁ ἀντιστρατευόμενος »τῷ νόμῳ τοῦ νοὸς« ὡς μοιχὸς ἀνὴρ μοιχός ἐστι τῆς ψυχῆς · ἤδη δέ κοὶ πᾶσα δύναμις ἀντικειμένη, ἐπικρατοῦσα τῆς ἀνθρωπίνης ψυχῆς κοὶ ἀναμιγνυμένη αὐτῇ, μοιχός ἐστιν αὐτῆς, νυμφίον ἐχούσης ὑπὸ τοῦ θεοῦ οὐτῇ δοθέντα τὸν λόγον. μετὰ ταῦτα γέγραπται ὅτι καταλιπὼν αὐτοὺς ἀπῆλθεν· πῶς γὰρ οὐκ ἔμελλεν ὁ νυμφίος λόγος καταλιπεῖν τὴν μοιχαλίδα γενεὰν καὶ ἀπιέναι ἀπ᾿ αὐτῆς; εἴποις δ’ ἄν ὅτι τὴν Ἰουδαίων συναγωγὴν ὡς μοιχαλίδα καταλιπὼν ὁ τοῦ θεοῦ λόγος ἀπελήλυθεν ἀπ᾿ αὐτῆς, καὶ ἔλαβε »γυναῖκα πορνείας« ἀπὸ τῶν ἐθνῶν· ἐπεὶ ἐκεῖνοι μὲν ὄντες πόλις πιστὴ Σιὸ)ν« γεγόνασι πόρνοι. οὗτοι δὲ ὡς ἡ Ῥαὰβ ἡ πόρνη τοὺς τοῦ Ἰησοῦ κατασκόπους ὑποδεξαμένη διεσώθη πανοικί, μετὰ τοῦτο μηκέτι πορνεύουσα, ἀλλὰ ἐλθοῦσα παρὰ τοὺς τοῦ Ἰησοῦ πόδας καὶ βρέχουσα αὐτοὺς τοῖς τῆς μετανοίας δάκρυσι καὶ ἀλείφουσα τῇ τῆς ἁγίας πολιτείας τῶν μύρο)ν εὐωδίᾳ, δι᾿ ἥν Σίμωνι τῷ λεπρῷ τῷ προτέρῳ λαῷ) ὀνειδίζων ἔλεγεν ὅσα γέγραπται.