Ancient Greek · ~9 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.33
Not analysed yet
καὶ ἐπὰν λέγηται ἐν τῷ νόμῳ· δέδωκα πρὸ προσώπου σου τὴν ζο)ὴν κοὶ τὸν θάνατον«, »ἔκλεξαι τὴν ζωήν«, περὶ τοῦ εἰπόντος ἐγώ εἰμι ἡ ζωὴ« ταῦτά φησιν ἡ γραφὴ καὶ περὶ τοῦ ἐχθροῦ αὐτοῦ θανάτου, ὧν τὸ ἕτερον ἕκαστος ἡμῶν δι᾿ ὧν πράττει ἀεὶ ἐκλέγεται. καὶ ἐπὰν »πρὸ προσώπου« ἡμῶν οὔσης τῆς ζωῆς ἁμαρτάνωμεν, πληροῦται ἐφ’ ἡμᾶς ἡ λέγουσα ἀρά· »καὶ ἔσται ἡ ζωή σου κρεμαμένη σοι ἀπέναντι« καὶ τὰ ἐξῆς ἕως τοῦ καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ἃ ὄψει«. ὥσπερ οὖν ἡ ζωὴ κοὶ ὁ ζῶν ἄρτος ἐστὶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν δοὺς τῷ κόσμῳ«, οὕτως ὁ ἐχθρὸς αὐτῷ θάνατος ἄρτος νεκρός. πᾶσα δὲ λογικὴ ψυχὴ ἤτοι ζῶντι τρέφεται ἄρτῳ ἢ νεκρῷ, δι’ ὧν παραδέχεται <ἔργων ἤ> δογματων ἀστείων ἢ φαύλων. εἶθ᾿ ὥσπερ ἔστιν ἐπὶ τῶν κοινοτέρων τροφῶν ποτὲ μέν αὐτῶν γεύσασθαι μόνον, ποτὲ δὲ ἐΠὶ πλεῖον αὐτῶν ἐσθίειν, οὕτω καὶ ἐπὶ τούτων τῶν ἄρτων ὁ μέν τις ἐνδεεστέρως ἐσθίει γευό- μενος αὐτῶν, ὁ δὲ καὶ ἐμφορεῖται, ἀγαθὸς μέν ὢν ἢ ὁδεύων ἐπὶ τὸ ἀγθὸς εἶναι τοῦ ζῶντος ἄρτου κοὶ ἐξ οὐρανοῦ καταβεβηκότος, μοχθηρὸς δέ τοῦ νεκροῦ ἄρτου, ὅς ἐστιν ὁ θάνατος. καὶ τάχα οἱ μὲν σπανίως κοὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δέ <τελειότερον πνευματικὴν> ἀρετὴν οὐδὲ γεύονται αὐτοῦ, ἀλλ᾿ ἀεὶ ἄρτῳ τρέφονται ζῶντι. ἀκόλουθον οὖν ἦν τῷ Πέτρῳ, οὗ πύλαι ᾅδου οὐ κατισχύσουσι«, τὸ μηδὲ γεύσασθαι θανάτου, ἐπεὶ τότε γευέταί τις θανάτου καὶ ἐσθίει θανάτου, ὅτε πύλοι ᾅδου« κατισχύουσιν οὐτοῦ, καὶ ἀνάλογον ἐσθίει ἢ γεύεται θανάτου τῷ κατισχύειν αὐτοῦ ἐπὶ πλεῖον ἢ ἔλαττον καὶ πλείονος ἢ ἐλάττονας ἅδου πύλας. ἀλλὰ καὶ τοῖς τῆς βροντῆς« υἱοῖς γεννηθεῖσιν ἀπὸ <μεγαλοφωνίας> ἀπὸ> βροντῆς, οὐρανίου ἀδύνατον ἦν γεύσασθαι θανάτου, τοῦ σφόδρα πόρρω τῆς μητρὸς οὐτῶν βροντῆς. ταῦτα δέ προφητεύει ὁ λόγος τοῖς τελειωθησομένοις καὶ ἐκ τοῦ ἑστηκέναι παρὰ τῷ λόγῳ ἐπὶ τοσοῦτον Προκόψασιν. ὥστε αὐτοὺς μηδὲ γεύσασθαι θανάτου, ἕως ἂν ἴδωσι τὴν ἐπιφάνειαν καὶ τὴν δόξαν καὶ τὴν βασιλείαν καὶ τὴν ὑπεροχὴν τοῦ λόγου τοῦ θεοῦ, καθ᾿ ἣν ὑπερέχει παντὸς τοῦ ἀντιπερισπῶντος καὶ Περιέλκοντος λόγου φαντασίᾳ ἀληθείας τοὺς μὴ δυναμένους διαρρῆξαι τοὺς τοῦ περισπασμοῦ μοῦ δεσμοὺς καὶ ἀνλθεῖν ἐπὶ τὸ ὕφος τῆς ὑπεροχῆς τοῦ τῆς ἀληθείας λόγου.