Ancient Greek · ~15 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.32.1
Not analysed yet
Τὰ οὖν εἰς τὸν προκείμενον τόπον βλεΠόμενα ἐπὶ τοῦ πορόντος ἡμῖν τοιαῦτά ἐστιν. ἦσάν τινες ἑστῶτες ὅπου ὁ Ἰησοῦς κοὶ ἐρηρεισμένας ἔχοντες τὰς τῆς ψυχῆς βάσεις παρὰ τῷ Ἰησοῦ, καὶ ἦν αὐτῶν ἡ τῶν ποδῶν στάσις συγγενὴς τῇ περὶ ἧς εἶπε Μωσῆς στάσει ἐν τῷ »κἀγὼ ἔστην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας«, ἀξιωθεὶς καὶ τοῦ »σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ«, λεγομένου πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ ἀξιοῦντος αὐτὸν στῆναι παρ’ αὐτῷ. οὗτοι δὴ οἱ ἑστῶτες παρὰ τῷ Ἰησοῦ, τουτέστι παρὰ τῷ λόγῳ τοῦ θεοῦ, οὐ πάντες ἐπίσης ἑστήκασιν. ἔστι γὰρ καὶ ἐν τοῖς ἑστηκόσι παρὰ τῷ Ἰησοῦ πρὸς ἀλλήλους διαφορά· διὸ οὐ πάντες οἱ ἐστῶες παρὰ τῷ σωτῆρι, ἀλλὰ τινὲς αὐτῶν ὡςβέτιον ἑστηκότες οὐ γευ<σόμενοι λέγ> θανάτου, ἕως ἂν ἴδωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα λόγον καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ· οὐ γὰρ ἀεί, ὅτε ἔρχεται ὁ λόγος, ἐν τῇ βασι- λείᾳ αὐτοῦ ἔρχεται· ἐπεὶ τοῖς εἰσαγομένοις τοιοῦτός ἐστιν, ὥστε εἰπεῖν ἂν οὐτοὺς βλέποντος αὐτόν, οὐκ ἔνδοξον οὐδὲ μέγαν, ἀλλ᾿ ὑποδεέστερον πολλῶν ἐν ἀνθρώποις λόγων· »εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων«. καὶ τοῦτα ἐροῦσιν οἱ ἰδόντες αὐτοῦ τὴν δόξαν Περὶ τῶν προτέρων ἑαυτῶν χρόνων, ὅτε κατὰ τὰς ἀρχὰς οὐκ εἶχεν«αὐτοῖς »εἶδος οὐδέ κάλλος« ὁ ἐν εἰσαγωγῇ νοούμενος λόγος. ἔστιν οὖν τι βασιλικὸν ἐμφαινόμενον ἀξίωμα τοῦ τὴν ἐπὶ πᾶσιν λόγοις ἀρχὴν φανερώτατα ἀνειληφότος λόγου, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἐπὰν δυνηθῶσιν αὐτῷ ἀκολουθῆσαι προάγοντι αὐτοὺς καὶ ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς ἑαυτοῦ φανεφώσεως ὄρος. οὗ τινες τῶν ἐστώτων παρὰ τῷ Ἰησοῦ ἀξιοῦνται, ἐὰν ὦσιν ἤτοι Πέτρος, οὗ Πύλοι ᾅδου οὐ κατισχύουσιν«, ἢ τῆς βροντῆς υἱοὶ« καὶ γεννώμενοι ἀπὸ τῆς μεγαλοφωνίας τοῦ θεοῦ βροντῶντος κοὶ μεγάλα οὐρανόθεν βοῶντος τοῖς ἔχουσιν »ὦτα« καὶ σοφοῖς. οἱ τοιοῦτοι γοῦν οὐ γεύονται θανάτου. Εἰ δέ παρὰ τὰ εἰρημένα σαφέστερον ἐκθέσθαι δεῖ, τί δηλοῦται ἐν τῷ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τι σημαίνεται ἐν τῷ ἰδεῖν »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυμάμει«, τὰ εἴτε ἐλλαμπόμενα ἐν ταῖς καρδίαις ἡμῶν εἴτε ζητοῦσιν εὑρισκόμενα εἴτε ὑπεισιόντα τοὺς λογισμοὺς ἡμῶν ἕκαστος δέ ὡς βούλεται κρινέτω) ἐκθησόμεθα. ὁ δὲ ὁρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου ὑπεροχήν, λύοντος κοὶ διελέγχοντος πάσας πάσας τὰς ὑπὸ τῶν ψευδῶν μὲν ἐπαγγελλομένων δὲ ἀλήθειαν πιθανότητας, βλέπει τὸν υἱὸν τοῦ ἀνθρώπου (κατὰ Ἰωάννου λόγον τὸν λόγον τοῦ θεοῦ) ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. εἰ δὲ βλέποι ὁ τοιοῦτος τὸν λόγον οὐ μόνον λύοντα ***ndaav τὴν τῶν ἐναντίων πιθανότητα, ἀλλὰ καὶ τὰ ἴδια τρανότατα παριστάντα, βλέποι ἂν αὐτοῦ Πρὸς τῇ βασιλείᾳ καὶ τὴν δόξαν. καὶ ὁ τοιοῦτός γε ἐν αὑτῷ βλέΠοι ἂν »τὴν τοῦ θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει«· καὶ τοῦτο βλέποι ἂν ***ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, βασιλευούσης ἐν τῷ θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλ᾿ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων θεῷ, οὗ ἡ βασιλεία δυνάμει μέν ἐντὸς ἡμῶν« ἐστιν, ἐνεργείᾳ δὲ καὶ ὡς ὠνόμασεν ὁ Μᾶρκος) ἐν δυνάμει καὶ οὐδαμῶς ἐν ἀσθενείᾳ, ἐντὸς« τῶν τελείων μόνων. ταῦτα μέν οὖν ἑστῶσι τοῖς μαθηταῖς ὁ Ἰησοῦς οὐ περὶ πόντων οὐτῶν, ἀλλὰ περί τινων προφητεύων ἐπηγγείλατο. 33. Τί δέ τὸ γεύεσθαι θανά του κατανοητεον. καὶ ἔστιν ἡ μὲν ζωὴ ὁ εἰπὼν »ἐγώ εἰμι ἡ ζωή«. καὶ οὕτη γε ἡ ζωὴ« κέκρυΠται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ« καὶ ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε σὺν αὐτῷ« φανερωθήσονται οἱ ἄξιοι τοῦ »σὺν αὐτῷ« φανερωθῆναι »ἐν τῇ δόξῃ«. ὁ δὲ ἐχθρὸς ταύτης τῆς ζωῆς, ὃς καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται« πόντων τῶν ἐχθρῶν αὐτοῦ, »θάνατός ἐστιν, ὃν ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθηῄσκει, ἐναντίως διατιθεμένη τῷ γινομένῳ περὶ τὴν κατορθοῦσαν ψυχὴν καὶ ἐκ τοῦ κατορθοῦν ζῶσαν.