Ancient Greek · ~8 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.35
Not analysed yet
Ἐπεὶ δέ ένταῦθα μὲν γέγροπται παρὰ. τοῖς τρισὶν εὐαγγελισταῖς τὸ οὐ μὴ γεύσωνται θανάτου, ἐν δἐ ἄλλοις διάφορα περὶ θανάτου, οὐκ ἄτοπον κἀκεῖνα παραρέμενον συνεξετάσαι τῷ γεύσασθαι. ἐν μέν οὖν Ψαλμοἶς λέλεκται· »τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; «καὶ πάλιν ἐν ἄλλῳ τόπῳ· »ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες«, ἐν δέ τινι τῶν προφητῶν· »κατέπιεν ὁ θάνατος ἰσχύοος«, ἐν δέ τῇ Ἀποκαλύψει »ὁ θάνοτος καὶ ὁ ᾅδης ἀκολουθεῖ« τισιν. ἐν τούτοις δὲ δοκεῖ μοι ἕτερον μέν εἶναι τὸ γεύσασθαι θανάτου, ἕτερον δέ τὸ ἰδεῖν αὐτὸν καὶ ἄλλο τὸ ἐλθεῖν αὐτὸν ἐπί τινας καὶ τέταρτον σημαίνεαθαι πορά τά προειρημένα ἐκ τοῦ »κατέπιεν ὁ θάνατος ἰσχύσος«, καὶ πέμπτον τι παρά ταῦτα ἐκ τοῦ »ὁ θόνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ αὐτοῖς«. καὶ σύ δ᾿ ἀναλεξάμενος τόχ᾿ ἂν εὕροις καὶ ἑτέρας παρὰ ταύτας (ὧν ὑπεμνήσθημεν) διαφοράς, ἅστινος παρατιθεὶς ἀλλήλαις καὶ ὀρθῶς ζητῶν εὕροις ἂν τὰ καθ᾿ ἕκαστον τόπον σημαινόμενα πράγματα. ζητῶ δέ ἐν τούτοις, μήποτε ἔλαττον μὲν κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι οὐτοῦ, τούτου δέ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ᾿ αὐτὸν καὶ καταλαβεῖν ἐκεῖνον ᾧ πρότερον ἠκολούθει. τὸ δὲ καταποθῆναι ὑπ’ αὐτοῦ πόντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. ἐπιστήσας δέ τοῖς εἰρημένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων οὐκ ὀκνήσεις (οἶμαι) τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ θεοῦ πνεύματι. |36. Μετὰ δὲ ἡμέρας ἓξ κατὰ τὸν Ματθαῖον κοὶ τὸν Μᾶρκον) παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, κοὶ ἀνάγει αὐτοὺς εἰς ὅρος ὑψηλὸν κατ’ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν (17. 1. 2 [—9]). Τοῦτο δέ καὶ πρὸ<ς τοῖς> τῆς κατὰ ταῦτα φαινομένης ἡμῖν διηγήσεως γεγονέτω πάλαι καὶ ὡς πρὸς τὴν λέξιν. δοκεῖ δέ μοι τοὺς ἀναγομένους ὑπὸ τοῦ Ἰησοῦ εἰς τό ὑψηλὸν ὄρος καὶ ἀξιουμένους τοῦ κατ᾿ ἰδίαν αὐτοῦ τὴν μεταμόρφωσιν θεωρῆσαι, μὴ μάτην μεθ’ ἓξ ἡμέρας ἀνάγεσθαι τῶν προειρημένων λόγων.