Ancient Greek · ~5 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.36
Not analysed yet
ἐπεὶ γὰρ ἐν ἓξ ἡμέραις, τελείῳ ἀριθμῷ, ὁ σύμπας γεγένηται κόσμος, τὸ τέλειον τοῦτο δημιούργημα, διὰ τοῦτ᾿ οἶμαι τὸν ὑπερβαίνοντα πάντα τὰ τοῦ κόσμου πράγματα ἐν τῷ ἐσκοπηκέναι, οὐκέτι μέν »τὰ βλεπόμενα« (»πρόσκαιρα« γὰρ ἤδη δέ τὰ μὴ βλεπόμενα« καὶ μόνα »τὰ μὴ βλεπόμενα« (διὰ τὸ εἶναι αὐτὰ »αἰώνια«), ἐν τῷ μεθ’ ἡμέρας ἔξ παραλαμβάνει ὁ Ἰησοῦς τούσδε τινός. εἴ τις οὖν ἡμῶν βούλεται τοῦ Ἰησοῦ παραλαμβάνοντος αὐτὸν ὑπ αὐτοῦ ἀναχθῆανι εἰς τό ὑψηλὸν ὄρος καὶ ἀξιωθῆναι κατ’ ἰδίαν θεωρῆσαι τὴν μεταμόρφωσιν αὐτοῦ, ὑπεραναβαινέτω τὰς ἓξ ἡμέρας, διὰ τὸ μὴ σκοπεῖν ἔτι »τὰ βλεπόμενα« μηδὲ ἀγαπᾶν ἔτι τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ«, μηδέ τινα κοσμικὴν ἐπιθυμίαν ἐπιθυμεῖν, ἥτις ἐστὶν ἐπιθυμία σωμάτων καὶ τοῦ ἐν σώματι πλούτου καὶ τῆς κατὰ σάρκα δόξης, καὶ ὅσα πέφυκε τὴν ψυχὴν περισπᾶν καὶ περιέλκειν ἀπὸ τῶν κρειττόνων καὶ θειοτέρων καὶ καταβιβάζειν καὶ ἐρείδειν τῇ ἀπάτῃ τοῦ αἰῶνος τούτου ἐν Πλούτῳ καὶ δόξῃ καὶ ταῖς λοιπαῖς ἐχθροῖς ἀληθείᾳ ἐπιθυμίαις. ἐπειδὰν γὰρ διέλθῃ τὰς ἓξ (ὡς εἰρήκαμεν) <ἡμέρας>, κοινὸν σάββατον, εὐφραινόμενος ἐν τῷ ὑψηλῷ ὄρει ἐκ τοῦ βλέπειν μεταμορφωθέντα τὸν Ἰησοῦν ἔμπροσθεν ***αὐτοῦ· διαφόρους γὰρ ἔχει ὁ λόγος ***μορφάς, φαινόμενος ἑκάστῳ ὡς συμφέρει τῷ βλέποντι, καὶ μηδενὶ ὑπὲρ ὃ χωρεῖ ὁ βλέπων φανερούμενος.