Ancient Greek · ~9 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.11
Not analysed yet
Καὶ κατ’ ἄλλον δὲ τρόπον λεχθείη <ἄν>· εἰσὶ τινὲς τῶν βασιλέων τῆς γῆς υἱοὶ καὶ <τινὲς> οὐχ υἱοὶ αὐτῶν, πλὴν υἱοὶ καὶ ἀπολελυμένως υἱοί, ἕτεροι δὲ διὰ τὸ εῑναι ἀλλότριοι τῶν υἱῶν τῶν βασιλέων τῆς γῆς, οὐδενὸς μὲν τῶν ἐπὶ γῆς υἱοί, αὐτὸ δὲ τοῦτο υἱοί, ἤτοι δὲ τοῦ θεοῦ ἤ τοῦ υἱοῦ αὐτοῦ ἤ τινος τῶν τοῦ θεοῦ. ἐὰν οὖν ὁ σωτὴρ πυνθάνηται τοῦ Πέτρου λέγων· οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἤ κῆνσον; ἀπὸ τῶν ἰδίων υἱῶν ἤ ἀπὸ τὼν ἀλλοτρίων αὐτῶν; εἰπόντος δὲ τοῦ Πέτρου ὅτι οὐκ ἀλλοτρίων αὐτῶν, φησὶν ὁ Ἰησοῦς περὶ τούτων, οἵτινες ἀλλότριοί εἰσιν τῶν βασιλέων τῆς γῆς καὶ διὰ τὸ εἶναι ἐλεύδεροι υἱοὶ τυγχάνοθσι. τὸ ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί, οὐκ ἐλεύδεροι γὰρ οἱ υἱοὶ τῶν βασιλέων τῆς γῆς, ἐπεὶ »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρτίας ἐστίν«, ἐλεύθεροι δὲ οἱ μείναιντες <ἐν> τῇ ἀληθείᾳ τοῦ λόγου τοῦ θεοῦ καὶ διὰ τοῦτο γνόντες τὴν ἀλή- θειαν, ἵνα καὶ ἐλευθερωθῶσιν ἀπ’ αὐτῆς. εἴ τις οὖν ἐστιν υἱὸς ἁπλῶς καὶ μὴ τοῦτο ὅλον υἱὸς τῶν βασιλέων τῆς γῆς, ἐκεῖνός ἐστιν ἐλεύθερος. καὶ ὅμως, ὤν ἐλεύθερος, πεφρόντικε τοῦ μὴ σκανδαλίζειν καὶ τοὺς βασιλεῖς τῆς γῆς διδραχμα λαμβάνοντας· διό φησι· μὴ σκανδαλίσωμεν αὐτούς, ἀλλὰ πορευθεὶς τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ τὰ ἑξῆς. πυθοίμην δ’ ἄν τῶν χαιρόντων τῇ περὶ φύσεων μυθοποιίᾳ, ποίας φύσεως ἦσαν εἴτε οἱ τῆς γῆς βασιλεῖς εἴτε οἱ υἱο ὶ αὐτῶν εἴτε οἱ τὰ δίδραχμα λαμβάνοντες, οὕς μὴ βούλεται σκανδαλίζειν ὁ σωτήρ. φαίνεται δὴ (ὡς κατὰ τὴν ὑπόθεσιν) ὅτι οὐκ ἐπαινετῆς εἰσι φύσεως, καὶ ὅμως πεφρόντικε τοῦ μὴ σκανδαλισθῆναι αὐτούς, καὶ ὅμως κωλύει σκόνδαλόν τι αὐτοῖς γενέσθαι, ἵν’ ἤτοι μὴ χεῖρον ἁραρτάνοιεν, ἥ πρὸς τὸ (εἰ βούλονται) σωθῆναι ἥκοιεν ἐκ τοῦ ἀποδέξαθαι τὸν φεισάμενον αὐτῶν ἴνα μὴ σκανδαλισθῶσι. καὶ ὠς ἐκ ΧΨΡΙΨΙ γε ΠΑΡΑΚΛΗΣΕΨΣ (οὔτω γὰρ ἐρμηνεύσταιἡ Καφαρναού) παρακαλῶν <ελασ> τον μαθητὴν καὶ ἐλεύθερον αὐτὸν εἶναι καὶ υἱὸν <ἀπαγγέλων>, δίδωσιν αὐτῷ δύναμιν τοῦ ἀλιεῦσαι ἰχθὴν πρῶτον, ἴνα ἀναβάντος αὐτοῦ παρακληθῇ ὁ Πέτρος ἐπὶ τῷ ἀναβάντι καὶ ἀλιευθέντι, καὶ ἀπὸ τοῦ <ἐξ ἐνοιχθέντος αὐτοῦ τοῦ> στόματος εἰλῆφθαι τὸν στατῆρα ἀποσοθησόμενον τοῖς οἰκείοις τοῦ στατήσρος καὶ ἀπαιτοῦσιν ὡς ἴδιον τὸ τοιοῦτον νόμισμα.