Ancient Greek · ~8 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.10
Not analysed yet
Ἐλθόντων δὲ εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίσραχμα λαμβάνοντες τῷ Πέτρῳ (17, 24 [–27]). Εἰσί τινες βασιλεῖς τῆς γῆς καὶ τούτων υἱοί, μὴ διδόντες τέλη ἤ κήνσους, καὶ ἕτεροι παρὰ τοὺς υἱοὺς αὐτῶν ἀλλότριοι τῶν βασιλών τῆς γῆς, ἀφ’ ὧν λαμβάνουσιν οἱ βασιλεῖς τῆς γῆς γῆς τέλη ἤ κῆνσον. καί εἰσιν οἱ μὲν υἱοὶ αὐτῶν ἐλεύθεροι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς ὡς παρὰ πατράσιν <υἱοί>· οἱ δὲ ἀλλότριοι αὐτῶν ὡς δὲ κατὰ τοὺς δυναστεύοντας αὐτῶν καὶ καταδουλουμένους (ὡς »κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραήλ. καὶ κατωδύνων αὐτῶν τὴν ζωήν«, καὶ »κατεδουλοῦντο αὐτοὺς μετὰ βίας») δοῦλοι. δι’ οὕς δουλεύοντας ἀνάλογον τῇ δουλείᾳ τῶν Ἑβραίων μόνον »μορφὴν« τοῦ »δούλου« ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ, οὐδὲν ἔργον ποιῶν πήλινον καὶ δοῦλον. ὡς οὖν ἔχων τὴν τοῦ »δούλου« ἐκείνου »μορφήν«, τέλος καὶ κῆνσον δίδωσιν οὐχ ἕτερον παρὰ τὸν διδόμενον ὑπὸ τοῦ μαθητοῦ αὐτοῦ· ὁ γὰρ αὐτὸς ἤρκει στατὴρ καὶ τὸ ἕν νόμισμα διδόμενον ὑπὲρ τοῦ Ἰησοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ. τοῦτο δὲ τὸ νόμισμα ἐν μὲν τῇ οἰκίᾳ τοῦ Ἰησοῦ οὐκ ἦν ἐν τῷ στόματι τοῦ θαλασσίου ἰχθύος, ὅν καὶ αὐτὸν οἶμαι εὐεργετούμενον ἀναβεβκέναι ἐν τῷ Πέτρου ἀγκίστρῳ συνειλημμένον, γενομένου ἁλιέως »ἀνθρώπων«, ἐν οἷς ἦν ὁ τροπικῶς λεγόμε- νος ἰχθύς, ἵνα καὶ ἀπαρθῇ ἀπ’ αὐτοῦ <τὸ> ἔχον τὴν εἰκόνα »Καίσαρος« νόμισμα, καὶ γένηται ἐν οἷς οἱ ἁλιευόμενοι ὑπὸ τῶν μεμαθηκότων ἀνθρώπους ἁλιεύειν. ὁ μὲν οὖν ἔχων »τὰ Καίσαρος« ἀποδιδότω αὐτὰ τῷ »Καίσαρι«, ἵνα μετὰ τοῦτο ἀποδιδόναι δυνηθῇ »τὰ τοῦ θεοῦ τῷ θεῷ«. ἐπεὶ δὲ Ἰησοῦς, εἰκὼν ὤν »τοῦ θεοῦ τοῦ ἀοράτου«, οὐκ εἶχε τὴν εἰκόνα τοῦ »Καίσαρος« (ὁ γὰρ »ἄρχων τοῦ αἰῶνος τούτου οὐδὲν« εἶχεν ἐν αὐτῷ), διὰ τοὺτο <οὐκ ἀπὸ ἰδίου, ἀλλ’> ἀπὸ οἰκείου τόπου |τῆς θαλάσσης τὴν εἰκόνα »Καίσαρος« λαμβάνει, ἵνα δῷ τοῖς τῆς γῆς βασιλεῦσιν ἀντὶ αὐτοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ, ἵνα μηδὲ ὑπολαμβάνωσιν οἱ τὰ διδραχμα λαμβάνοντες ὀφειλέτην αὐτῶν εἶναι καὶ τῶν βασιλέων τῆς γῆς τὸν Ἰησοῦν· ἀπέδωκε γὰρ τὴν ὀφειλήν, οὐκ ἀναλαβὼν αὐτὴν οὐδὲ κεκτημένος οὐδὲ πορίσας οὐδὲ ἴδιόν ποτε ποιήσας αὐτὴν κτῆμα, ἵνα μηδέποτε ἡ »Καίσαρος« εἰκὼν ᾖ πραὰ τῇ εἰκόνι »τοῦ