Ancient Greek · ~3 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.13
Not analysed yet
Ἔτι εἰς τὸ προσῆλθον οἰ τὰ δίδρακμα λαμβάνοντες τῷ Πέτρῳ παραθήσῃ ἀπὸ τῶν Ἀριθμῶν ὅτι ὐπὲρ μὲν τῶν ἁγίων κατὰ τὸν τοῦ θεοῦ νόμον οὐχ ἀπλῶς δίδραχμον δίδοται, ἀλλὰ δίδραχμον ἄγιον. γέγραπται γάρ· »καὶ λήψῃ πέντε σίκλους κλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἄγιον«. ἀλλὰ καὶ ὑπὲρ »πάντων τῶν υἱῶν Ἰσραὴλ« κατὰ κεφαλὴν δίδοται δίδραχμον ἄγιον. ἐπεὶ οὖν οὐχ οἶόν τε μετὰ τῶν ἁγίων διδοάχμων ἔχειν καὶ δίδραχμα (ἴν’ οὔτως οὐνομάσω) βέβηλα τὸν ἄγιον τοῦ θεοῦ, διὰ τοῦτο τοῖς λαμβάνουσι τὰ οὐχ ἄγια δίδραχμα καὶ ἐρωτήσασι τὸν πέτρον καὶ εἰποῦσιν· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδρακμα; προστάσσεει δοθῆναι στατῆρα (ἐν ᾦ ᾖν <δύο> δίδραχμα) ὁ σωτὴρ εὐρισκόμενον ἐν τῷ στόματι τοῦ πρώτου ἀναβάντος ἰχθύος, ἴνα δοθῇ ἀντὶ τοῦ διδασκάλου καὶ τοῦ μαθητοῦ.