Ancient Greek · ~10 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.14
Not analysed yet
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν (18, 1 [—6]); Δυνάμενος ὁ Ματθαῖος ὑπ[ερ τοῦ διδαχθῆναι ἡμᾶς, τί τε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ ἠξίους οἱ μαθηταὶ τῷ Ἰησοῦ ἡμίουν παρ’ αὐτοῦ μαθεῖν πῶς τε ἀπελρίνατο πρὸς τὸ πύσμα αὐτῶν, αὐτὸ τοῦτο μόνον διηγήσασθαι, ὁ δὲ προσέθηκε κατὰ μέν τινα τῶν ἀντιγράφων· ἐν ἐκείνῆ τῇ ὤρᾶ προσῆλθον οἰ μαθηταὶ τῷ Ἰησοῦ, κατὰ δὲ ἄλλα· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ἀναγκαῖον μὴ ἀνεξέταστον ἐᾶσαι τὸ βούλημα τοῦ εὐαγγελιστοῦ. διάπεερ ἐπιστήσαντες τοῖς πρὸ τοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἤ ὥς ρᾳ, σκοπήσωμεν εἰ οἶόν τέ ἐστιν ἀπ’ ἐκείνων ὀδὸν λαβεῖν πρὸς τὸ θεωρῆσαι ὠς ἀναγκίαν τῆν ἐν ἐκείηῃ τῇ ἡμέρᾳ ἤ ὥρᾳ προσθήκην. ἐληλύθεισαν τοίνυν εἰς τὴν »Καφαρναοὺμ« ὁ Ἰησοῦς ἄμα τοῖς μαθηταῖς ἔνθα »οἱ τὰ δίραχμα λαμβάνοντες τῷ Πέτρῳ προσῃλθον καῖ« ἐρωτῶντες »εἶπον« τὸ »ὁ διδάσκαλος ὑμμῶν οὐ τελεῖ τὰ δίδρακμα; «εῖτα ἀποκριναμένου πρὸς αὐτοὺς τοῦ Πέτρου καὶ εἰπόντος »ναί«, ὁ »Ἰησοῦς« προαπολογησάμενος περὶ τῆς δόσες τῶν διδράχμων πέμπει τὸν Πέτρον τῷ ἀγκίστρῳ ἀνασπάσοντα »ἰχθύν«, οὖ ἐν τῷ στόματι ἔφασκεν εὑρεθήσεσθαι »στατῆρ« τὸν δοθησόμενον ὐπὲρ ἑαυτοῦ καὶ Πέτρου. δοκεῖ οἶν μοι ὅτι μεγίστην νομίσαντες ταύτην εἴναι ὑπὸ τοῦ Ἰησοῦ πρὸς τὸν Πέτρον τιμὴν *(**καρίναντος αὐτὸν μείξον τῶν λοιπῶν γνωρρίμων) ἐβούλοντο, ὅπερ ὑπενόουν, ἀκριβῶσαι διὰ τοῦ πυθόμενοι τοῦ Ἰησοῦ ἀκοῦσαι παρ’ αὐτοῦ εἰ (ὡς ὐπελάμβανον) μείξονα κέκρικε τὸν Πέτρον αὐτῶν. ἄμα δὲ ἤλπιζον καὶ τὴν αἰτίαν εἴσεσθαι τοῦ προκεκρίσθαι τὸν Πέτρον τῶν λοιπῶν μαθητῶν. ταῦτ’ οὖν (οἶμαι) δηλῶσαι ὁ Ματθαῖος βουλόμενος ἐπήγαγε τῷ »ἐκεῖνον κα- βῶν (δηλον΄τι τὸν »στατῆρα«) δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ« τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ <ἥ ὥρᾳ> προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείξων ἐστὶν; τάχα δὲ βασιλείᾳ τῶν οὐρανῶν; τάχα δὲ καὶ ἀμφέβαλλον δια τὸ τρεῖς προκεκρίσθαι κατὰ τὴν μεταμόρφωσιν, ἀμφέβαλλον δὲ περὶ τοῦ τίς τῶν τριῶν μείξων εἶναι κέκριται παρὰ τῷ κυρίῳ. ὁ μὲν γὰρ Ἰωάννης ἀνέπεσεν »ἐπὶ τὸ στῆθος« αὐτοῦ δι’ ἀγάπην, καὶ ἀκόλουθον πρὸ τοῦ δείπνου τιμῆς ἐξαιρέτου σύμβολα πολλὰ αὐτοὺς ἐωρακέναι πρὸς τὸν Ἱωάννην ἀπὸ τοῦ Ἰησοῦ. ὁ δὲ Πέτρος ἐν τῇ ὁμολογίᾳ ἤκουσε μακάριος διὰ τὸ »σῦ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος ὁ υἰὸς τοῦ θεοῦ τοῦ ζῶντος«· πάλιν δὲ διὰ τὸ »ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων« περιεσπῶντο μήποτε οὐχ οὗτος εἴη ὁ μείζων, ἅτερος δὲ τῶν Ζεβεδαίου υἱῶν. τοσαῦτα μὲν διὰ τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ ὥρᾳ, ἐν ᾗ γεγόνει τὰ περὶ τὸν »στατῆρα«.