Ancient Greek · ~11 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.15
Not analysed yet
Ἑξῆς δὲ κατανοητέον τὸ προσῆλθον αὐτῷ οἱ μαθηταί, ὡς μαθηταὶ διδασκάλῳ προβλήματα προτείνοντες καὶ ἐξετάζοντες, τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ μιμητέον γε ἐν τούτοις τοὺς τοῦ Ἰησοῦ μαθητάς· εἴ ποτε ζητούμενόν τι ἐν ἡμῖν μὴ εὑρίσκοιτο, μετὰ πάσης ὁμονοίας περὶ τοῦ ζητουμένου προσέλωμεν τῷ Ἰησοῦ, παρόντι ὅπου »δύο ἢ τρεῖς συνηγμένοι« ἐν τῷ ὀνόματι αὐτοῦ, καὶ ἑτοίμῳ ἐν τῇ κατὰ δύναμιν παρουσίᾳ φωτίζειν τὰς καρδίας τῶν γνησίως αὐτῷ μαθη- τεύεσθαι θελόντων πρὸς κατάληψιν τῶν ζητουμένων. οὐκ ἄτοπον δὲ καί τινι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων ἐν τῇ ἐκκλησίᾳ διδασκάλων προσελθόντας ἡμᾶς προτείνειν ἀνάλογόν τι πρόβλημα τῷ τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. τί μὲν οὖν ἤδη ἔγνωστο τοῖς μαθηταῖς τῶν κατὰ τὸ πύσμα τοῦτο; τί ἰσότησς τῶν ἀζιουμένων τῆς βασιλείας τῶν οὔρανῶν, κατειλήφεισαν, καὶ ὅτι (μὴ οὔσης ἴσότητος) ἔστι τις ὁ μείζων καὶ οὕτω καθεξῆς μέχρι τοῦ ἐλαχίστου. ὑποδαπὸς δὲ ὁ μείζων, καὶ ὅπως βιώσας ὁ ἐλάχιστος καὶ τίνες οἱ μεταξύ, ἔτι ἐξήτουν. εἰ μὴ ἄρα ἀκριβέστερον ἔστιν εἰπεῖν ὅτι, τίς μὲν ὁ ἐλάχιστος ιᾔδεισαν ἐκ τοῦ »ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«, τίς δὲ ὁ πάντων μείζων οὐκ ἐγίνωσκον, εἰ καὶ κατελάμβανον τὸ »ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«· μεγάλων μείζων (ὡς ἐν ἀνθρώποις) οὐκ ἦν αὐτοῖς σαφές. καὶ ὅτι μεγάλοι μὲν πλείους, οὐκ ἐπίσης δὲ μεγάλοι οἱ μεγάλοι, δηλώσει τὸ μέγας ὄνομα κείμενον ἐπὶ τοῦ Ἰσαάκ, »ὃς προβαίνων μείζων ἐγίνετο <ἕως οὗ μέγας ἐγένετο> σφόδρα σφόδρα«, εἰρημένον δὲ καὶ ἐπὶ Μψσέως καὶ ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ πᾶε γε ὁμολογήσει ὅτι <εἰ> καὶ πάντες οὗτοι μεγάλοι ἦσαν κατὰ τὴν γραφήν, ἀλλὰ μείζων αὐτῶν ἦν σωτήρ. εἰ δὲ καθεξῆςι Ἰωάννης τοῦ Ἰσαὰκ καὶ τοῦ Μωσέως μείζων ἦν, οὗ »μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν« ἦν, ἢ οὐ μείζων μὲν ἴσος δὲ ἀμφοτέροις ἤ τινι αὐτῶν, οὐκ ἀκίνδυνον ἀποφήνασθαι. καὶ ἰκ τοῦ Ἰσαὰκ δὲ »προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο«, οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης τῆς »σφόδρα« δὶς κατειλεγμένης, ἔστι μαθεῖν ὅτι διαφορά ἐστι μεγάλων, τινὸς μὲν ὄντος μεγάλου, ἑτέρου δὲ σφόδρα μεγάλου καὶ ἀλλου σφόδρα σφόδρα μεγάλου. ἐζήτουν τοίνυν οἱ μαθηταὶ προσελθόντες τῲ Ἰησοῦ μαθεῖν, τίς ἄρα μείζων ἐστὶν ἐκ τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ τάχα ἐκεῖνοι μὲν ἐβούλοντο μαθεῖν ἀκούσαντες ἀπ᾿ αὐτοῦ τὺ τοιοῦτον· ὁ δεῖνα μ είζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὁ δὲ ἐπὶ τὸ καθολικώτερον ἀνάγει τὸν λόγον, δεικνὺς ὀποδαπὸς τῇ ποιίτητιμείζων οὐρανῶν, ὅντινα κατὰ τὰ δύναμιν ἐκ τῶν γεγραμμένων κατανοήσωμεν. <16. >Προσκαλεσάμενος γὰρ ὁ Ἰησοῦς παιδίου καὶ τὰ ἑξῆς.