Ancient Greek · ~15 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.19.1
Not analysed yet
Ἴδωμεν δὲ καὶ τὰ παραπλήσια ἀπὸ τὰ παραπλήσια ἀπὸ τῶν λοιπῶν. Μᾶρκος τοίνυν φησὶν ὅτι »διελέχθησαν ἐν τῇ ὁδῷ« οἱ δώδεκα, »τίς« αὐτῶν »μείζων« ἐστί· διὸ καὶ »καθίσας ἐφώνησεν« αὐτοὺς καὶ διδάσκει τίς ὁ μείζων, λέγων πρωτείων ὡς μείζονα τεύξεσθαι τὸν γενόμενον »πάντων« διὰ τῆς μετριότητος καὶ τῆς ἐπιεικείας ἔσχατον, ὥστε τὸν μὲν τοῦ διακονουμένου μὴ ἀναδέξασθαι τόπον τὸν δὲ τοῦ διακονοῦντος, καὶ τοῦτον οὐ πρὸς τινὰς μὲν τινὰς δ᾿ οὔ, ἀλλὰ πρὸς πάντας ἁπαξαπλῶς. πρόσχες γὰρ τῷ »εἴ τις θέλει πρῶτος γενέσθαι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος«. καὶ ἑξῆς τούτοις φησὶν ὅτι »λαβὼν παιδίον (δηλονότι ὁ Ἰησοῦς) ἔστησεν ἐν μέσῳ« τῶν μαθητῶν αὐτοῦ, »καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὅς ἐὰν ἕν τῶν παιδίων τοιούτων δέξηται ἐπὶ τῷ ἐμῷ ὀνόματι, ἐμὲ δέχεται«. ποῖον δὲ ἄλαβε παιδίον καὶ ἐνηγκαλίσατο ὁ Ἰησοῦς κατὰ τὸν βαθύτερον ἐν τοῖς τόποις λόγον ἤ τὸ ἅγιον πνεῦμα; καὶ τούτῳ γε τῷ παιδίῳ ἐξωμοιώθησάν τινες, περὶ ὧν εἶπε τὸ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. κατὰ μέντοι τὸν Λουκᾶν »διαλογισμὸς« εἰς τοὺς μαθητὰς οὐκ ἀναβέβηκεν ἀλλ᾿ »εἰσῆλθε« περὶ τοῦ »τίς αὐτῶν εἴη μείζων«. καὶ »ἰδὼν ὁ Ἰησοῦς τὸν διαλογισμὸν τῆς καρίας αὐτῶν« (ἅτε ἔχων ὀφθαλμοὺς διαλογισμοὺς καρδιῶν βλέποντας »ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν« οὐδὲ ἐρωτηθεὶς) κατὰ τὸν Λουκᾶν ἔλαβεν παιδίον καὶ »ἔστησεν«, οὐ μόνον ἐν μέσῳ αὐτῶν, ὡς ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος εἰρήκασιν, ἀλλ᾿ ἤδη καὶ »παρ᾿ ἑαυτῷ καὶ εἶπε« τοῖς μαθηταῖς οὐ μόνον τὸ ὃς ἐὰν δύξηται ἓν παδίον τοιοῦτο ἢ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματίμου, ἐμὲ δέχται«, ἀλλ᾿ ἤδη καὶ ἐπναβεβηκότως τὸ »ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. χρὴ οὖν κατὰ τὸν Λουκᾶν ἀκεῖνο τὸ παιδίον, αὗ λαβόμενος ὁ Ἰησοῦς »ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ«, δέξασθαι «ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. Καὰ οὐκ οἶδα εἰ δύναταί τις μὴ τροπολυγῆσαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ἀνόματαί μου«. χρὴ γὰρ ἐκεῖνο τὸ παιδίον, ὅ τότε »ἔστησεν« ὁ Ἰησοῦς »παρ’ ἑαυ- τῷ λαβόμενος« αὐτοῦ, δέξασθαι ἕκα- στον ἡμῶν »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. ζῇ γὰρ ὡς ἀθάνατον, καὶ χρὴ αὐτὸ ἀπ’ αὐτοῦ τοῦ Ἰησοῦ <κατασταθὲν παρὰ τῷ Ἰησοῦ> δέξασθαι »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ, οἷ μὴ χωριζό- μενος ὁ Ἰησοῦς γίωεται παρὰ τῷ δε- χομένῳ τὸ παιδίον, ὡς κατὰ τοῦτο λελέχθαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνό- ματί μου, ἐμὲ δέχεται«. εἶτ’ ἐπεὶ ἀχώρστός ἐστι τοῦ υἱοῦ ὁ πατήρ, <ὁμοῦ καὶ ὁ πατῆρ> γίνε- ται παρὰ τῷ δεξεμένῳ τὸν υἱόν· διὸ λέλεκται· »καὶ ὅς ἐὰν ἐμὲ δέξη- ται, δέχεται τὸν ἀποστείλαντά με«. ὁ δὲ δεξάμενος τὰ παιδίον καὶ τὸν σωτῆρα καὶ τὸν ἀποστείλαβτα αὐτόν, »μικρότερός« ἐστιν »ἐν πᾶσι« τοῖς Ἰησοῦ μαθηταῖς ἑαυτὸν σμικρύνων· ὅσον δὲ ἑαυτὸν σμικρύνει, τοσοῦτον γίνεται »μέγας« <ὑπ’> αὐτοῦ τοῦ ἐπιτέλλοντος σμικρύνειν αὐτὸν καὶ ποιοῦντος ἐπιδιδόναι εἰς μέγε- θος· πρόσχες γὰρ τῷ »ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας«. ἀνέγνωμεν δὲ καὶ ἐν ἄλ- λοις »καὶ ἔσται μέγας«. κατὰ δὲ τὸν Λουκᾶν ἐὰν μή τις »δέξηται τὴν τοῦ θεοῦ βασιλείαν ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτύν«· καὶ ἔστιν ἀμφίβλος ἡ λέξις, ἤ γὰρ ἵνα ὁ δεχόμενος τὴν τοῦ θεοῦ βασι- λείαν γένηται ὡς παιδίον, ἤ ἵνα τὴν τοῦ θεοῦ βασιλείαν παραδέξη- ται γενομένην αὐτῷ ὡς παιδίον. καὶ τάχα ἐνταῦθα μὲν οἱ δεχόμενοι τὴν τοῦ θεοῦ βασιλείαν δέχονται αὐτὴν οὖσαν ὡς παιδίον, ἐν δὲ τῷ μέλλοντι αὐῶνι οὐκέτι ὡς παιδίον κατὰ τὸ μέ- γεθος τῆς τελειότητος ἐν τῇ (ἵν’ οὕ- τως ὀνομάσω) πνεματικῇ Ἠλικίᾳ ἐπιδεικνυμένης πᾶσι τοῖς ἐπὶ τοῦ παρόντος παραδεξαμένοις αὐτὴν οὖσαν ἐνταῦθα ὡς παιδίον.