Ancient Greek · ~13 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.20.1
Not analysed yet
Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων (18, 7[—14]). Καθ’ αὑτὴν μὲν καὶ ἀπολελυμένως εἴρηται ἡ τοῦ κόσμος φωνὴ <ἐν τῷ> »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐ- τὸν οὐκ ἔγνω«. κατὰ δὲ τὴν πρός τι σχέσιν, μετὰ τῆς πρὸς ἐκεῖνο ἐπι- πλοκῆς οὗ κόσμος ἐστίν, ὠνόμα- σται ἐν τῷ »μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλαβηθεὶς προσκυνήςῃς αὐ- τοῖς καὶ λατρεύςῃς αὐτοῖς«. τὸ δ’ ὅμοιον φήσεις ἐν τῇ Ἐσθὴρ λελέ- χθαι περὶ αὐτῆς, ὅτε γέγραπται πε- ριελομένη »πάντα τὸν κόσμον αὐτῆς«. οὐ γὰρ ταὐτόν ε’στιν ἁπλῶς ὁ κόσμος καὶ ὁ κόσμος τοῦ οὐρανοῦ ἤ ὁ κό- σμος τῆς Ἐσθήρ. τὸ δὲ νῦν ἡμῖν ζητούμενον ἄλλο. νομίζω οὖν ὅτι οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημά ἐστι κατὰ τὰ θεῖα γράμματα ὁ κόσμος, ἀλλ’ ὁ περίγειος μόνος τόπος, καὶ οὗτος οὐ καθ’ὅλην νοούμενος τὴν γῆν, ἀλλ’ ὁ κατὰ τὴν ἡμετέραν οἰκουμένην· »ἐν τῷ κόσμῳ« γὰρ »ἦν τὸ ἀληθινὸν φῶς«, τῷ περιγείῳ τόπῳ τῷ κατὰ τὴν ἡμετέραν <οἰκουμένην> νοουμένῳ, »καὶ ὁ κόσος αὐτὸν οὐκ ἔγνω«, οἰ ἐν τῷ περιγείῳ τόπῳ ἄνθρωποι, τάχα δὲ καὶ αἱ οἰκεῖαι τῷ χωρίῳ τού- τῳ δυνάμεις. ἄτοπον γὰρ λέγειν τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς σύστημα, ὥστ’ εἐπεῖν ἄν ὅτι ἥλοις καὶ σελήνη καὶ ὁ χορὸς τῶν ἀστέρων καὶ οἱ ἐν ὅλῳ τῷ κόσμῳ τούτῳ ἄγ- γελοι οὐκ ἔγνωσαν »τὸ ἀληθινὸν φῶς« καὶ ἀγνοοῦντες αὐτὸ ἐτήρησαν τὴν ἐπιτεταγμένην αὐτοῖς ἀπὸ θεοῦ τάξιν. ἀλλὰ καὶ ὅταν λέγηται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· »καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόηῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί«, χρὴ ἀκούειν κόσμον λέγεσθαι τὴν καθ' ἡμᾶς ἐπὶ γῆς οἰκουμένην· ἀλλὰ καὶ ὁ σωτὴρ λέγων· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ«, τὸν ἐπίγειον τὰ ἀντικείμενα αὐτὸν λέγειν φάσκοντα· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κόσμῳ εἰμί«. ἀλλὰ καὶ ἐν τῷ2 »καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ« τὸν περίγειον τόπον τοῦτον νομιστέον. ἀπὸ γὰρ τούτου τοῦ κόσμου ἔδωκε τῷ υἱῷ ὁ ἀνθρώπους, περὶ ὧν ὁ σωτὴρ ῤρωτᾷ τὸν πατέρα μόνων, καὶ »οὐ περὶ τοῦ κόσμου« ὅλου τῶν ἀνθρώπων. σαφῶς δὲ οὗτος σημαίνεται καὶ ἐκ τοῦ »καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου«· ἐμίσησε γὰρ ἡμᾶς (ἐξ οὗ μηκέτι σκοποῦμεν »τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα«) διὰ τὴν Ἰησοῦ διδασκαλίαν οὐ κόσμος ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς συνεστηκὼς πᾶς, ἀλλ' οἱ ἐπὶ γῆς μεθ' ἡμῶν ἄνθρωποι. τὸ »οὐκ εἰσὶν ἐκ τοῦ κόσμου« ἴσον ἐστὶ τῷ οὐκ εἰσὶν ἐκ τοῦ περιγείου τόπου· οὕτω δὲ καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ »ἐκ τοῦ κόσμου οὐκ εἰσὶν« ὡς οὐδ' αὐτὸς »ἐκ τοῦ κόσμου« ἦν. ἔτι δὲ καὶ τὸ »ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας« (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέστειλε. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ »ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ«.