Ancient Greek · ~26 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.1.1
Not analysed yet
<Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν> τόμος ιδ'. Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενη- [θή]σεται αὐτοῖς (18, 19[20]). Κυρίως τὸ τῆς συμφωνίας ὄνομα τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοι διάφωνοι. οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν τεταγμένον ἐν τῷ »ἤκουσε συμφωνίας καὶ χο- ρῶν«. ἔπρεπε γὰρ ἐπὶ τῇ ἐκ μετανοίας συμφωνίᾳ πρὸς τὸν πατέρα τοῦ ἀπὸ ἀπωλείας εὑρεθέντος υἱοῦ ἀκουσθήναι συμφωνίαν ἐπὶ τῇ εὐφροσύνῃ τῆς οἰκίας. τὸ δὲ τῆς συμφωνίας ὄνομα ὁ φαῦλος οὐκ οἶδε Λάβαν, ἐν οἷς φησι πρὸς τὸν Ἰακώβ· »καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας«. ἀδελφὸν δὲ τῆς τοιαύτης συμφωνίας τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν γεγραμμένον, ἡνίκα »οἱ ἀδελφοὶ« τοῦ Ἀμιναδὰβ »ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ, καὶ Δαυΐδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ καὶ ᾠδαῖς«· τὰ γὰρ ἡρμοσμένα ὄργανα »ἐν ἰσχύϊ καὶ ᾠδαῖς« εἶχεν ἐν ἑαυτοῖς τὴν μουσικὴν συμφωνίαν, ἥτις τοσοῦτον δύναται, ὡς δύο μόνων μετὰ τῆς πρὸς τὴν θείαν μουσικὴν καὶ πνευματικὴν συμφωνίας αἴτησιν προσαγόντων τῷ ἐν τοῖς οὐρανοῖς πατρὶ περὶ οὑτινοσοῦν, τὸν πατέρα διδόναι τὰ αἰτήματα τοῖς μετὰ τοῦ συμφωνεῖν ἐπὶ γῆς (ὅπερ ἐστὶ παραδοξότατον) αἰτήσασιν, ἅπερ αἰτήσαιεν ἂν οἱ τὴν εἰρημένην συμφωνίαν συμφωνήσαντες. οὕτως ἐγὼ ἀκούω καὶ τοῦ ἀποστολικοῦ ῥητοῦ· »μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ«. ἐπεὶ γὰρ τὸ τῆς ἁρμονίας ὄνομα ἐπὶ τῶν κατὰ θεὸν γαμούντων τέτακται ἐν τῷ οὕτως ἐκ Παροιμιῶν τεταγμένῳ ῥητῷ· »οἶκον καὶ ὕπαρξιν μεριοῦνται πατέρες παισί, παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί«, ἀκόλουθόν ἐστι τῇ ἀπὸ θεοῦ ἁρμονίᾳ τὸ ὄνομα καὶ τὸ ἔργον ἀπολαύειν τῆς συμφωνίας εἰς εὐχήν, ὅπερ δηλοῦται ἐν τῷ »εἰ μή τι ἂν ἐκ συμφώνου«. Εἶτ᾿ ἐπιδιηγούμενος ὁ λόγος τὸ συμφωνεῖν ἐπὶ τῆς γῆς δύο, ὅτι ταὐτόν ἐστι τοῦτο τῷ συμφωνεῖν τῷ χριστῷ, ἐπιφέρει τὸ οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα. οὐκοῦν οἱ συνηνμένοι εἰς τὸ τοῦ χριστοῦ ὄνομα δύο ἢ τρεῖς, οἱ συμφωνοῦντές εἰσιν ἐπὶ γῆς οὐ μόνον δύο, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ τρεῖς. ἐπιστήσει δὲ ὁ δυνάμενος εἰ ἡ συμφωνία αὕτη καὶ ἡ τοιαύτη συναγωγή, ἧς ὁ χριστὸς ἐν μέσῳ ἐστί, δύναται εὑρεθῆναι ἐν πλείοσιν, ἐπεὶ »στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν«. τάχα δὲ καὶ τὴν <τοιαύτην> συμφωνίαν οὐδὲ ὀλίγοι, ἀλλὰ δύο ἢ τρεῖς συμφωνοῦσιν, ὡς Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἷς <ὡς> συμφωνοῦσιν ἔδειξεν αὑτοῦ τὴν δόξαν ὁ λόγος τοῦ θεοῦ. συνεφώνησαν δὲ δύο μὲν Παῦλος καὶ Σωσθένης, γράφοντες τὴν πρώτην Κορινθίοις ἐπιστολήν, μετὰ τοῦτο δὲ Παῦλος καὶ Τιμόθεος, ἐπιστέλλοντες τὴν δευτέραν τοῖς αὐτοῖς· καὶ τρεῖς δὲ συνεφώνησαν, ὅτε »Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος« |ἐπαίδευον δι᾿ ἐπιστολῆς Θεσσαλονικεῖς. εἰ δὲ καὶ ἀπὸ τῶν παλαιῶν γραμμάτων δεήσει παραστήσαι τοὺς συμφωνήσαντας ἐπὶ γῆς τρεῖς, ὡς εἶναι τὸν λόγον ἐν μέσῳ αὐτῶν ἑνοῦντα αὐτούς, ἐπίστησον τῇ ἐπιγραφῇ τῶν Ψαλμῶν, ὡς τῇ τοῦ τεσσαρακοστοῦ πρώτου οὕτως ἐχούσῃ· »εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε«. τριῶν γὰρ ὄντων υἱῶν Κόρε, ὧν τὰ ὀνόματα ἐν τῇ Ἐξόδῳ εὕρομεν, τοῦ Ἀσήρ, ὃς ἑρμηνεύεται ΠΑΙΔΕΙΑ, καὶ τοῦ δευτέρου τοῦ Ἑλκανά, ὃς μεταλαμ- βάνεται εἰς τὸ ΘΕΟΥ ΚΤΗΣΙΣ, καὶ τρίτου τοῦ Ἀβιασάφ, ὃς Ἑλλάδι φωνῇ λέγοιτ᾿ ἂν ΠΑΤΡΟΣ ΣΥΝΑΓΩΓΗ, αἱ προφητεῖαι οὐ διῃρέθησαν, ἀλλ᾿ ὡς ὑπὸ ἑνὸς πνεύματος καὶ μιᾶς φωνῆς ἐν μιᾷ ψυχῇ ἀληθῶς συμφώνως ἐνεργοῦντος καὶ εἴρηνται καὶ ἐγράφησαν, καὶ λαλοῦ<σι λέγο>ντες οἱ τρεῖς ὡς εἷς· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός«. φασὶ δὲ καὶ πληθυντικῶς ἐν τῶ τεσσαρακοστῷ τρίτῳ· »ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν«. Εἰ δὲ θέλεις ἔτι μἀλλον ἰδεῖν τοὺς συμφωνοῦντας ἐπὶ τῆς γἠς, ἴδε τοὺς ἀκούσαντας· »ἵνα ἦτε κατηρτισμένοι ἐν τῷ αὐτῷ νοΐ καὶ ἐν τῇ αὐτῇ γνώμῃ«, καὶ ζηλώσαντας τὸ »ἦν ἡ ψυχὴ καὶ ἡ καρδία (πάντων τῶν πιστευόντων) μία« γενομένων <ἓν> εἴ γε δυνατὸν ***ἐν πλείοσι τοιοῦτον εὑρεθῆναι, ὥστε μηδὲ τὴν τυχοῦσαν διαφωνίαν εἶναι ἐν αὐτοῖς, ὡς οὐκ ἔστι διαφωνία τῶν τοῦ δεκαχόρδου δου ψαλτηρίου χορδῶν πρὸς ἀλλήλας. οὐ συνεφώνουν δὲ ἐπὶ τῆς γῆς οἱ λέγοντες· »ἐγὼ μέν εἰι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ«, ἀλλὰ ἦν ἐν αὐτοῖς »σχίσματα«, ὧν καταλυομένων συνήγοντο μετὰ τοῦ ἐν Παύλῳ πνεύματος »σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ Χριστοῦ«, ἵνα μηκέτι ἀλλήλους δάκνωσι καὶ κατεσθίωσιν, ὡς »ὑπὸ ἀλλήλων« αὐτοὺς ἀναλίσκεσθαι· ἀναλίσκει γὰρ ἡ διαφωνία, ὥσπερ συνάγει ἡ συμφωνία, καὶ χωρ<ίζ>ει τὸν ἐν μέσῳ τῶν συμφωνούντων μόνων γινόμενον υἱὸν τοῦ θεοῦ. καὶ κυρίως γε ἐν δύο γενικοῖς γίνεται ἡ συμφωνία, τῷ (ὡς ὠνόμασεν ὁ ἀπόστολος) καταρτισμῷ τοῦ αὐτοῦ νοὸς κατὰ τὸ ταὐτὰ δόγματα ἔχειν νενοημένα, καὶ τῷ τῆς αὐτῆς γνώμης κατὰ τὸ ὁμοίως βιοῦν. ἴδε <τὸ> ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗἐὰν αἰτήσωνται, γενή<σε>ται αὐτοῖς παρὰ τοῦ πατρὸς Ἰησοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. καὶ δῆλον ὅτι ὄπου οὐ γίνεται παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς περὶ non autem consentiebant Corinthii dicentes: »ego quidem sum Pauli, ego autem Apollo, ego vero Cephae, et ego Christi«; sed erat in illis schisma, quo soluto congregabantur cum spiritu Pauli et »virtute domini Iesu«, ut iam non essent alius alium se mordentes et comedentes, ut consumerentur »abinvicem«. consumit enim dissensus, sicut congregat consensus, et separat Iesum qui in medio consentientium sibi solummodo invenitur. et proprie quidem in duobus istis generalibus fit consensus: in fide, sicut ait apostolus: »ut sitis perfecti in eodem sensu«, id est secundum eadem dogmata, »et in eadem sententia«, id est ut similiter conversentur. ideo dicit: si duo vestrum consen serint super terram de omni re, quidquid petierint fiet eis. manifestum est autem, quoniam ubi non fit de omni re consensus, παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, ἐκεῖ οὐδὲ δύο συνφώνησαν ἐπὶ τῆς γῆς. καὶ τοῦτο αἴτιον ἡμῖν ἐστι τοῦ μὴ ἐπακούεσθαι εὐχομένους τὸ μὴ συμφωνεῖν ἡμᾶς ἀλλήλοις ἐπὶ τῆς γῆς μήτε δόγμασι μήτε βίῳ. ἔτι δὲ καὶ εἴπερ σῶμά ἐσμεν Χριστοῦ, καὶ »ἔθετο ὁ θεὸς τὰ μέλη, ἕκαστον αὐτῶν ἐν τῷ σώματι«, ἵνα »τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων τὰ μέλη« καὶ συμφωνῶσιν ἀλλήλοις, καὶ πάσχοντος μὲν ἑνὸς μέλους συμπάσχῃ πάντα δοξαζομένου δὲ συγχαίου. ὀφείλομεν ἀσκεῖν τὴν ἀπὸ τῆς θείας μουσικῆς συμφωνίαν, ἵνα συναγομένων ἡμῶν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ Χριστὸς ᾖ ἐν μέσῳ ἡμῶν, ὁ τοῦ θεοῦ λόγος καὶ ἡ τοῦ θεοῦ σοφία καὶ ἡ δύναμις αὐτοῦ.