Ancient Greek · ~10 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.31
Not analysed yet
Καλῶς δέ μοι δοκεῖ συνῆφθαι τῷ μετὰ τὸ τρὶς νενουθετῆσθαι κριθέντι εἶναι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης τὸ ἀμὴν λέγω ὑμῖν (δηλονότι τοῖς κρίνασιν εἶναί τινα ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης), ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. δικαίως γὰρ ἔδησεν ὁ τρὶς νουθετήσας καὶ μὴ ἀκουσθεὶς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην. διόπερ ὁ τοιοῦτος δεδεμένος καὶ δεδικασμένος ὑπὸ τοῦ τοιουδὶ μένει δεδεμένος, οὐδενὸς τῶν ἐν οὐρανῷ ἀναλύοντος τοῦ δεδεκότος αὐτὸν τὴν ψῆφον. οὕτω δὲ καὶ ὁ ἅπαξ νουθετηθεὶς ἄξια ποιήσας τοῦ κερδηθῆναι, λυθεὶς διὰ τῆς νουθεσίας <τοῦ> κερδήσαντος αὐτὸν καὶ μηκέτι »σειραῖς τῶν ἁμαρτιῶν« ἑαυτοῦ περὶ ὧν ἐνουθετήθη δεδεμένος, λελυμένος κριθήσεται <δικαίως καὶ> ὑπὸ τῶν ἐν οὐρανοῖς. πλὴ τὰ ἐν τοῖς ἀνωτέρω μόνῳ τῷ Πέτρῳ δεδομένα ἔοικε δηλοῦσθαι δεδωκέναι πᾶσι τοῖς τὰς τρεῖς νουθεσίας προσαγαγοῦσι πᾶσι τοῖς ἡμαρτηκόσιν, ἵν᾿, ἐὰν μὴ ἀκουσθῶσιν, δήσωσιν ἐπὶ γῆς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην ὡς δεδεμένου τοῦ τοιούτου ἐν τῷ οὐρανῷ. ἀλλ᾿ ἐπεὶ ἐχρῆν, εἰ καὶ κοινόν τι ἐπὶ τοῦ Πέτρου καὶ τῶν νουθετησάντων τρὶς τοὺς ἀδελφοὺς λέλεκται, ἐξαίρετόν <τι> ἔχειν τὸν Πέτρον παρὰ τοὺς τρὶς νουθετήσαντας, ἰδίᾳ τοῦτο προτέτακται ἐπὶ τοῦ Πέτρου τὸ »δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν<, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς«> τοῦ καὶ ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. καίτοιγε εἰ ἐπιμελῶς προςέχομεν τοῖς εὐαγγελικοῖς γράμμασι, καὶ ἐν τούτοις εὕροιμεν ἂν καὶ κατὰ ταῦτα, τὰ δοκοῦντα εἶναι κοινὰ πρὸς τὸν Πέτρον καὶ τοὺς τρὶς νουθετήσαντας τοὺς ἀδελφούς, πολλὴν διαφορὰν καὶ ὑπεροχὴν ἐκ τῶν πρὸς τὸν Πέτρον εἰρημένων παρὰ τοὺς δευτέρους. οὐ γὰρ ὀλίγη διαφορὰ τὸν Πέτρον εἰληφέναι τὰς »κλεῖδας« οὐχ ἑνὸς οὐρανοῦ ἀλλὰ πλειόνων, [καὶ] ἵνα, ὅσα ἐὰν δήσῃ »ἐπὶ τῆς γῆς«, ᾖ δεδεμένα οὐκ ἐν ἑνὶ <μόνον> οὐρανῷ ἀλλ᾿ ἐν πᾶσιν οὐρανοῖς, πρὸς τοὺς πολλοὺς <δὲ ὄντας> δέοντας ἐπὶ τῆς γῆς καὶ λύοντας ἐπὶ τῆς γῆς <οὕτω λέγεσθαι>, ὥστε ταῦτα δεδέσθαι καὶ λελύσθαι οὐκ ἐν »οὐρανοῖς«, ὡς ἐπὶ Πέτρου, ἀλλ᾿ ἐν οὐρανῷ ἑνί· οὐ γὰρ διαβαίνουσι τῇ δυνάμει, ὡς Πέτρος, ἵνα δήσωσιν ἢ λύσωσιν ἐν πᾶσιν »οὐρανοῖς«. ὅσῳ οὖν βελτίων ὁ δεσμεύων, <τοσοῦτον ὁ δεδεμένος πλεῖον ἢ ἐν ἑνὶ οὐρανῷ δέδεται, καὶ ὅσῳ βελτίων ὁ λύων> τοσοῦτον μακαριώτερος ὁ λελυμένος, ὡς πανταχοῦ τῶν οὐρανῶν εἶναι αὐτοῦ τὸ λελύσθαι.