Ancient Greek · ~15 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.19.1
Not analysed yet
Μεμνημένοι δὲ τῶν ἀνωτέρω ἡμῖν λελεγμένων εἰς τὸ τοῦ Ἡσαΐου περὶ τοῦ βιβλίου τῆς ἀποσταςίας ῥητὸν φήσομεν ὅτι ἑαυτὴν ἀπέστησεν ἀνδρὸς τοῦ Χριστοῦν ἡ μήτηρ τοῦ λαοῦ, μὴ λαβοῦσα τὸ τῆς ἀποσταςίας βιβλίον. ὕστερον δέ, ὅτε εὑρέθη ἐν αὐτῇ »ἄσχημον πρᾶγμα« καὶ οὐχ εὗρε »χάριν ἐναντίον αὐτοῦ«, ἐγράφη αὐτῇ βιβλίον ἀποσταςίου. ἀπὸ τῶν ἐθνῶν καλοῦσα εἰς τὴν οἰκίαν τοῦ τὴν προτέραν γυναῖκα ἀποβεβληκότος, τὸ βιβλίον τοῦ ἀποσταςίου δέδωκε τῇ προτέρᾳ ἀποστάσῃ τοῦ ἀνδρὸς νόμου καὶ λόγου. διὸ καὶ αὐτὸς ἀποστὰς ἔγημεν (ἵν’ οὕτως ὀνομάσω) ἑτέραν, δοὺς »εἰς τὰς χεῖρας« τῆς προτέρας τὸ τοῦ ἀποσταςίου βιβλίον· διὸ μηκέτι δύνανται πράσσειν τὰ κατὰ τὸν νόμον αὐτοῖς προστεταγμένα διὰ τὸ βιβλίον τοῦ ἀποσταςίου. καὶ σημεῖον τοῦ εἰληφέναι αὐτὴν βιβλίον ἀποσταςίου τὸ Ἱερουσαλὴμ μὲν καποσταςίου τὸ Ἱερουσαλὴμ μὲν καθῃρῆσθαι μετὰ τοῦ κληθέντος ὑπ’ ἐκείνων ἁγιάσματος καὶ τῶν ἐν αὐτῷ πετιστευμένων γεγονέναι σεμ- νῶν καὶ τοῦθυσιαστηρίου τῶν ὀλοκαυτωμάτων καὶ πάσης τῆς παρ’ αὐτῷ λατρείας. σημεῖον δὲ τοῦ βιβλίου τῆς ἀποσταςίς καὶ τὸμήτε ἑορτάζειν αὐτοὺς δύνασθαι κἂν κατὰ τὸ γράμμα, τοῦ βουλήματος τοῦ νόμου προστάξαντος »ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεὸς« ἑορτάζειν ἀυτούς. ἀλλὰ καὶ τὸ πᾶσαν τὴν συναγωγὴν λιθοβολεῖν τοὺς τάδε ἢ τάδε ἡμαρτηκότας γενέσθαι μὴ δυνάμενον καὶ ἄλλα δὲ μυρία τῶν προστεταγμένων, σημεῖόν ἐστι τοῦ βιβλίου τῆς ἀπολσταςίας, καὶ ὅτι »οὐκ ἔστιν ἔτι προφήτης«, ἔτι· ἀφεῖλε γὰρ (φηςὶ) κύριος »ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ (κατὰ τὸν τοῦ Ἡσαΐου λόγον) ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα« καὶ τὰ λοιπὰ μέχρι συνετοιῦ ἀκροατοῦ. Δύναται δὲ πρὼτον μὲν εἰληφέναι γυναῖκα τὴν συναγωγὴν καὶ συνῳκηκέναι αὐτῇ ὁ Χριστός, ὕστερον δὲ ἐκείνην μὴ εὑρηκέναι »χάριν ἐναντίον αὐτοῦ«· ἡ δὲ αἰτία τοῦ μὴ εὑρηκέναι αὐ τὴν» χάριν ἐναντίον αὐτοῦ« τὸ εὑρεθὴναι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα«. τί γὰρ ἀσχημονέστερον τοῦ (προκειμένου ἀπολῦσαι ἐν τῇ[ ἑορτῇ ἕνα) ἀπολῦσαι μὲν αὐτοὺς ἠξιωκέναι Βαραβᾶν τὸν λῃστήν, καταδικάσαι δὲ Ἰησοῦν; καὶ τί ἀσχημονένστερον τοῦ πάντας εἰρηκέναι ἐπ’ αὐτῷ »σταύρου, σταύρου αὐτόν« καὶ »αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον«; πῶς δὲ οὐκ ἂν ἄσχημον καὶ τὸ »τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἠμῶν«; διὸ ἐκδικουμένου αὐτοῦ ἐκυκλώθη »ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ« καὶ ἐπέστη »ἡ ἐρήμωσις αὐτῆς«, καὶ ἀφείθη αὐτοῖς »ὁ οἶκος« αὐτῶν, καὶ ἐγκατελείφθη »ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὠς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορκουμένη«. κατὰ τὸν αὐτὸν δὲ (οἶμαι) καιρὸν τῇ μὲν προτέρᾳ γυναικὶ ἔγραψεν ὁ ἀνὴρ »βιβλίον ἀποσταςίου« καὶ ἔδωκεν εἰς τὰς χεῖρς αὐτῆς« καὶ ἐξαπέστειλεν »αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ«, τὴς δὲ ἀπὸ τῶν ἐθνῶν ἀπαλήλιπται τὸ χειρόγραφον· περὶ οὗ φησιν ὁ ἀπόστολος τὸ »ἐξαλείψας τὸ χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἠμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ στασυρῷ«. καὶ Παῦλος γὰρ εἰς τὴν ἀπὸ τῶν ἐθνῶν ***προςήλυτοι ἐγένοντο τοῦ Ἰσραήλ. ἐξῆλθε τοίνυν ἡ προτέρα γυνὴ ἡ μὴ »εὑροῦσα χάριν ἐναντίον« τοῦ ἀνδρὸς τῷ εὑρῆσθαι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα«, ἀπὸ »τῆς οἰκίας« τοῦ ἀνδρός, »καὶ ἀπελθοῦσα« γενένηται »ἀνδρὶ ἐτέρῳ« ᾦ ἐαυτὴν ἁπέταξεν, εἴτε Βαραβᾶν τὸν λῃστὴν κρὴ λέγειν τὸν ἄνδρα (ὄντα τροπικῶς τὸν διάβολον) εἴτε τινὰ δύναμιν πονηράν. καὶ ἐπὶ τινῶν μὲν τῆς συναγωηῆς ἐκείνης συμβέβηκε τὸ πρότερον ἐν τῷ νόμῳ γεγραμμένον, ἐφ’ ἐτέρων δὲ τὸ δεύτερον· ὁ γὰρ ἔσχατος ἀνὴρ ἐμίσηςεε τὴν γυναῖκα »καὶ γράψει αὐτῇ« ποτε ἐπὶ τέλει τῶν πραγμάτων »βι΄λίον ἀποστασίου (τοῦτο οἰκονομοῦντος τοῦ θεοῦ) καὶ δύσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεὶ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ«· ὡς γὰρ »ἔχθεαν« ὁ ἀγαθὸς θεὸς ξήσει »ἀνὰ μέσον« τοῦ ὄφεως καὶ »τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματος« αὐτοῦ, »καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτοῦ, »καὶ ἀνὰ οίκονομήσει, ἴνα »μισήσῃ αὐτὴσῃ αὐτῆν ὁ ἀνῆρ ὁ ἔσχατος«.