Ancient Greek · ~8 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.18
Not analysed yet
Μετὰ ταῦτα διαληψόμεθα τὸν τῶν φαρισαίων λόγον ὃν εἶπον τῷ Ἰησοῦ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποσταςίου καὶ ἀπολῦσαι; εὐλόγως δ’ εἰς τοῦτο παραληψόμεθα τὴν ἀπὸ τοῦ Δευτερονομίου λίξιν περὶ τοῦ τῆς ἀποσταςίας βιβλίου ἔχουσαν οὕτως· »ἐὰν δὲ λάβῆ τις γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ ὅτι εὗρῃ ἐν αὐτῇ ἄσχμον πρᾶγμα« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ οὐ μιανεῖτε τὴν γῆν ἣν κύριος ὁ θεὸς ὐμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ«. ζητῶ δὲ ἐν τοῖς κατὰ τὸν νόμον τοῦτον, πόερον οὐδὲν πέρα τῆς λέξεως χρὴ ζητεῖν ἐν αὐτῷ (ἐπεὶ μὴ ὁ θεὸς ἔδωκεν αὐτόν), ἢ πρὸς μὲν τοὺς Φαρισαίους ἀναγκαίως εἴρηται (χρησαμένους τῷ Μωςῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποσταςίου καὶ ἀπολῦσαι) τὸ ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὐμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. ἐὰν δέ τις ἐπὶ τὸ εὐαγγέλιον ἀναβῇ Χριστοῦ Ἰησοῦ, διδάσκον ὅτι »ὁ νόμος πνευματικός ἐστι«, καὶ τούτουζητήσει τοῦ νόμου πνευματικὸν νοῦν. φήσει δὲ καὶ ταῦτα ὁ θέλων τροπολογεῖον ὅτι, ὥσπερ τῷ Παύλῳ θαρροῦντι ἐφ’ ᾗ εἶχε θείᾳ χάριτι λέλεκται τὸ »γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὀ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθὴναι, μόνον ἐν κυρίῳ. μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν« (ἐν τούτοις γὰρ τῷ »κατὰ τὴν ἐμῆν γνώμην«, ἵνα μὴ καταφρονηθῇ ὡς κενὴ πνεύματος θεοῦ, καλῶς ἐπήγαγε κτὸ »δοκῶ κἀγὼ πνεῦμα θεοῦ ἔχειν«), οὕτως καὶ Μωσεῖ διὰ τὴν δοθεῖσαν αὐτῷ ἐξουςίαν νομοθετεῖν, ὥστε αὐτὸν καὶ πρὸς τὴν σκληροκαρδίαν τοῦ λαοῦ ἐπιτρέψαι τινά, ἐν οἷς ἦν καὶ τὸ ἀπολύειν τὰς γυναῖκας, ἦν ἂν πείθεσθαι, ἐφ’ εἷς κατὰ τὴν αὐτοῦ γνώμην ἐνομοθέτει, ὡς καὶ ἐν τούτοις μετὰ πνεύματος θεοῦ τῆς νομοθεςίας γενομέντης. καὶ ἐρεῖ ὅτι, εἰ οὖν τὶς μὲν νόμος πνευματικός ἐστι, τὶς δὲ οὐκ ἔστι τοιοῦτος, νόμος δέ ἐστι καὶ οὗτος, πνευματικός ἐστι καὶ οὗτος, καὶ ζητητέον αὐτοῦ τὸ πνευματικόν.