Ancient Greek · ~11 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.22
Not analysed yet
Γενόμενος δὲ κατὰ τὸν τόπον εἴποιμ’ ἄν ὄτι ζητούμενόν τι κατὰ τὴν τοῦ ἀποστόλου περὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων νομο θεσίαν τάχα ἤδη νοῆσαι καὶ σαφῶς παραστῆσαι (δύσλητον καὶ δυσθεώ ωρητον ρητον τυγχάνον) δυνησόμεθα. οὐδένα γὰρ τῶν ἀπὸ τῆς ἐκκλησίας ὑπεροχήν τινα παρὰ τοὺς πολλοὺς ὡς ἐν συμβόλοις άνειληφότα βούλεται ὁ Παῦλος δευτέρου πεπειβᾶσθαι νάμου. πεερὶ μὲν γὰρ ἐπισκόπων νομοθετῶν ἐν τῇ πρὸς τιμόθεον προτέρᾳ φησίν· »εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα« καὶ τὰ ἑξῆς. περὶ δὲ διακόνων »διάκονοι« φησὶν »ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκονων« καὶ τὰ λοιπά. καὶ χήρας δὲ καθιστὰς »χήρα« φησὶν ἔστω »μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή«, καὶ μετὰ ταῦτά φησι τὰ ἐπιφερόμενα ὡς τούτου δεύτερα καὶ τρίτα. ἐν δὲ τῇ πρὸς Τίτον »τούτου« φησὶ »χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστὰ« δηλαδὴ καὶ τὰ ἑξῆς. ἐπηποροῦμεν δή, ὁρῶντες δυνατὸν εἶναι β ελτίους πολλῷ τυγχάνειν τινὰς διγάμους μονογάμων, τί δήποτε οὐκ ἐπιτρέπει ὁ Παῦλος διγάμους εἰς τὰς ἐκκλησιαστικὰς καθίστασθαι ἀρχάς· καὶ γὰρ ἐδόκει μοι ζητήσεως ἄξιον εἶναι τὸ τοιοῦτον, τῷ ἐνδέχεσθαι ἀτυχήσαντά τινα περὶ δύο γάμους, ἔτι νέον ὄντα ἀποβαλόντα τὴν δευτέραν, ἐγκρατέστατα καὶ καθαρώτατα βεβιωκέναι παρὰ τὸν λοιπὸν μέχρι γήρως χρόνον. Τίς οὖν οὐκ ἂν εὐλόγως ἐπαπορήσαι, τί δή ποτε ζητουμένου τοῦ ἄρξοντος τῆς ἐκκλησίας τὸν μὲν τοιόνδε δίγαμον οὐ καθίσταμεν διὰ τὰς <περὶ> τοῦ γάμου λέξεις, τὸν δὲ μονόγαμον καὶ (εἰ τύχοι) μέχρι γήρως συμβιώσαντα τῇ γυναικὶ κρατοῦμεν ἄρχοντα, ἔσθ' ὅτε μηδὲ γυμνασάμενον εἰς ἁγνείαν καὶ σωφροσύνην; ἐκ δὴ τῶν εἰρημένων εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον ἐφίστημι μή ποτε, ἐπεὶ σύμβολόν ἐστὶ καὶ ὁ ἐπίσκοπος καὶ ὁ πρεσβύτερος καὶ ὁ διάκονος ἀληθινῶν κατὰ τὰ ὀνόματα ταῦτα πραγμάτων, ἐβουλήθη αὐτοὺς συμβολικῶς μονογάμους καταστῆσαι, ἵν' ὁ δυνάμενος ἐπιστῆσαι τοῖς πράγμασιν εὕρῃ ἐκ τοῦ πνευματικοῦ νόμου ἀνάξιον ὄντα ἀρχῆς ἐκκλησιαστικῆς ἐκεῖνον, οὖ ἡ ψυχὴ οὐχ »εὖρε χάριν ἐναντίον« τοῦ ἀνδρὸς αὐτῆς τῷ εὑρῆσθαι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα« καὶ ἀξίαν αὐτὴν γεγονέναι τοῦ τῆς ἀποστάσεως βιβλίου. δευτέρῳ γὰρ παρὰ τῷ τοιούτῳ μισηθεῖσα οὐκέτι δύναται μετὰ τὸ δεύτερον βιβλίον τοῦ ἀποστασίου ἐπανελθεῖν ἐπὶ τὸν πρότερον ἄνδρα. εἰκὸς μὲν οὖν καὶ ἄλλους παρὰ τοῖς πολλῷ ἡμῶν σοφωτέροις καὶ μᾶλλον βλέπειν τὰ τηλικαῦτα δυναμένοις εὑρεθήσεσθαι λόγους, εἴτε εἰς τὸν περὶ τοῦ τῆς ἀποστσίας βιβλίου νόμον εἴτε εἰς τὰ ἀποστολικὰ κωλύοντα διγάμους ἄρχειν τῆς ἐκκλησίας ἢ προκαθέζεσθαι προτε- τιμημένους ἐν αὐτῇ. ἡμεῖς δέ, ἕως εὑρεθῇ τὰ κρείττονα κὰ δυνάμενα τῇ τοῦ τῆς γνώσεως φωτὸς πολλῇ ὑπεροχῇ ἀμαυρῶσαι τὰ ὑφ' ἡμῶν εἰρημένα, εἴπομεν τὰ ὑποπεσόντα εἰς τοὺς τόπους ἡμῖν.