Ancient Greek · ~7 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.23
Not analysed yet
Εἰ καὶ ἐδόξαμεν δὲ βαθυτέρων ἢ κατὰ δύναμιν ἦφθαι εἰς τοὺς τόπους πραγμάτων, οὐδὲν ἦττον ἔτι διὰ τὴν λέξιν καὶ ταῦτα λεκτέον ὅτι τινὲς τῶν νόμων ἐγράφησαν οὐχ ὡς διαφέροντες, ἀλλ' ὡς συμπεριφρόμενοι τῇ ἀσθενείᾳ τῶν νομοθετουμένων. τοιοῦτον γάρ τι δηλοῦται ἐν τῷ Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν <ὑμῖν> ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· τὸ δὲ προηγούμενον καὶ διαφέρον νόμου τοῦ διὰ τὴν σκληροκαρδίαν γεγραμμένου δηλοῦται ἐν τῷ ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. καὶ ἐν τῇ καινῇ δὲ διαθήκῃ ἐστί τινα νενομοθετημένα ἀνάλογον τῷ ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν> ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν. οἱονεὶ γὰρ πρὸς τὴν σκληροκαρδίαν ἡμῶν γέγραπται (διὰ τὴν ἀσθένειαν) τὸ <»καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· >διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω« καὶ τὸ »τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί«· ἐπιφέρεται γοῦν αὐτοῖς· »τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν«. ἀλλὰ καὶ τὸ »γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ὁ ἀνὴρ αὐτῆς ζῇ· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾦ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ« πρὸς τὴν σκληροκαρδίαν ἢ ἀσθένειαν ἡμῶν παρὰ Παύλῳ εἴρηται τοῖς μὴ βουλομένοις ζηλοῦν »τὰ χαρίσματα τὰ μείζονα« καὶ μακαριωτέροις γενέσθαι. ἤδη δὲ παρὰ τὰ γεγραμμένα τινες τῶν ἡγουμένων τῆς ἐκκλησίας ἐπέτρεψάν τινα ὥστε »ζῶντος τοῦ ἀνδρὸς« γαμεῖσθαι γυναῖκα —παρὰ τὸ γεγραμμένον μὲν ποιοῦντες (ἐν ᾦ λέλεκται· »γυνὴ δέ<δεται> ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς« καὶ τὸ »ἄρα οὖν μοιχαλὶς χρηματίσει ἡ γυνὴ γενομένη ἀνδρὶ ἑτέρῳ ζῶντος τοῦ ἀνδρός«), οὐ μὴν πάντη ἀλόγως· εἰκὸς γὰρ τὴν συμπεριφορὰν ταύτην συγκρίσει χειρόνων ἐπιτρέπεσθαι παρὰ τὰ ἀπ' ἀρχῆς νενομεθετημένα καὶ γεγραμμένα.