Ancient Greek · ~10 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.25
Not analysed yet
Μετὰ δὲ ταῦτα κατανοήσαντες οἱ τοῦ Χριστοῦ μαθηταί, ὅσα δύναταοι γενέσθαι συμπτώματα ἐν γάμοις, ὧν ἀνέχεσθαι δεῖ τὸν ἄνδρα, καὶ κατὰ τοῦτο <ἀνεχόμενον> ἀπαλλάσσειν σκληρότατα ἢ μὴ ἀνεχόμενον παρανομεῖν εἰς τοὺς Χριστοῦ λόγους, φαςὶν αὐτῷ, <ὡς> ἐπὶ εὐχερέστερον τὴν ἀγαμίαν καταφεύγοντες καὶ μᾶλλον συμφέρον ἢ ὡς δοκεῖ συμφέρειν γάμος· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. πρὸς τοῦτο δὲ εἶπεν αὐτοῖς ὁ σωτήρ, διδάσκων ἡμᾶς δῶρον εἶναι τὸ διδόμενον ἀπὸ θεοῦ τὴν παντελῆ καθάρευσιν, καὶ οὐ μόνον ἀσκήσει παραγινόμενον ἀλλὰ μετ᾿ εὐχῶν <πολλὼν> ὑπὸ θεοῦ διδόμενον, τὸ οὐ πάντες χωροῦσι τὸν λόγο ν, ἀλλ᾿ οἷς δέδοται. εἶτ᾿ ἐπεί τινες συκοφαντοῦσι τὸ οἷς δέδοται, ὠς ἐχόντων ἀπολογίαν τῶν βουληθέντων μὲν καθαρεῦσαι ἐν ἀγαμίᾳ, νικηθέντων δὲ ὑπὸ τῶν ὀρέξεων, λεκτέον, ὅτι εἴπερ πιστεύομεν τοῖς γεγραμμένοις, τί δήποτε ἐπιλαμβανόμεθα μὲν τοῦ ἀλλ᾿ οἷς δέδοται, οὐκέτι δὲ προςέχομεν τῷ »αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν« καὶ τῷ ἐπιφερομενῳ αὐτῷ »πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει«; εἰ γὰρ χωροῦσι τὸν περὶ τοῦ παντελῶς καθαρεύειν λόγον οἷς δέδοται, ὁ βουλόμενος αἰτείτω, πειθόμενος καὶ πιστεύων τῷ λέγοντι· »αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν«, καὶ <λήψεται> μὴ ἀμφιβάλλων περὶ τοῦ »πᾶς ὁ αἰτῶν λαμβάνει«. ἔνθα δὴ γενόμενος ζητήσεις, τίς ὁ αἰτῶν. οὐδεὶς γὰρ τῶν μὴ λαμβανόντων, εἰ καὶ ἔδοξεν ῇτηκέναι, ᾔτησεν· ἐπεὶ οὐ θεμιτὸν φάσκειν ψεῦδος εἶναι τὸ »πᾶς ὁ αἰτῶν λαμβάνει«. τίς οὖν ὁ αἰτῶν ἤ ὁ πεισθεὶς τῷ Ἰησοῦ λέγοντι· »ἐὰν στήκητε προσευχόμενοι«, »πι- Στεύετε ὅτι λαμβάνετε, καὶ λήψεσθε«; Χρὴ δὲ τὸν αἰποῦντα ποιεῖν πάντα Τὰ παρ’ αὐτῷ, ἵνα προσεύχηται »πνεύματι«, προσεύχηται »δὲ καὶ Τῷ νοΐ«, καὶ <τοῦ> »ἀδιαλείπτως Προσεύχεσθε«μεμνημένον Καὶ τοῦ»ἔλεγε δὲ παραβολὴν αὐτοῖς Πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν, λέγων· Κριτής τις ἦν ἔν τινι πόλει« καὶ τὰ ἑξῆς. χρήσιμον δὲ εἰς τὸ γινώσκειν, τί τὸ αἰτεῖν καὶ τὸ λαβεῖν ἐστι καὶ τί τὸ »πᾶς ὁ αἰτῶν λαμβάνει«, Καὶ τὸ »λέγω ὑμῖν, εἰ καὶ οὐ κώσει Αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον Αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει <αὐτω> ὅσων κρῄζει«· ἐπιφέρει γοῦν· »κἀγὼ ὑμῖν λέγω, Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν« Καὶ τὰ ἑξῆς. ἔτι προτρεπτκὸν διὰ τὸ οὐ πάν- τες χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται, εἰς τὸ αἰτεῖν ἀξίως Τοῦ λαβεῖν καὶ τὸ »τίς δὲ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄψιν ἐπιδώσει αὐτῷ; «καὶ τὰ ἑξῆς. δώσει οὖν τὸ ἀγαθὸν δόμα, τὴν παντελῆ καθά- Ρευσιν ἐν ἀγαμίᾳ καὶ ἁγνείᾳ ὁ θεὸς Τοῖς »ἐξ ὅλης ψυχῆς« καὶ μετὰ Πάστεως καὶ »ἀδιαλείπτως« ἐν προσ- Ευχαῖς αἰτοῦσιν αὐτόν.