Ancient Greek · ~14 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.24.1
Not analysed yet
Τάχα δὲ τῶν τολμώντων τις Ἰουδαϊκὸς ἀνὴρ ἐναντιοῦσθαι τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ φήσει ὅτι καὶ ὁ Ἰησοῦς, εἰπών· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι,κ ἐπέτρεψεν ἀπολῦσαι τὴν γυναῖκα ὁμοίως Μωσεῖ, ὃν εἶπε πρὸς τὴν σκληροκαρδίαν τοῦ λαοῦ νενομοθετηκέναι, καὶ ταὐτόν γε φήσει εἶναι τῷ λόγῳ τῆς πορνείας, δι' ὃν εὐλόγως ἂν γυνὴ ἐκβληθείη ἀπὸ ἀνδρός, τὸ »ὅτι εὖρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα«. ἀλλὰ λεκτέον πρὸς αὐτὸν ὅτι, εἴπερ ἡ κατὰ τὸν νόμον μοιχευομένη λιθοβοληθήσεται, δηλονότι οὐ κατὰ τοῦτο νοεῖται τὸ »ἄσχημον πρᾶγμα«· οὐ γὰρ ἐπὶ μοιχείᾳ δεῖ γράφειν »βι- βλίον ἀποσταςίου« καὶ διδόναι »εἰς τὰς χεῖρας« τῆς μοςύνῃ. ἀλλὰ γὰρ τάχα Μωςῆς πᾶν ἁμάρτημα <γυναικὸς> ἄσχημον εἶπε πρᾶγμα, ὅπερ ἐὰν εὑρεθῇ ὑπὸ τοῦ ἀνδρὸς ἐν γυναικὶ μὴ εὑρισκούσῃ χάριν ἐνώπιον τοῦ ἀνδρός, γράφεται τὸ τοῦ ἀποσταςίου βιβλίον καὶ ἐξαποστέλλεται »ἐκ τῆς οἰκίας« τοῦ ἀνδρὸς ἡ γυνή. ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. μετὰ ταῦτά φησιν ὁ σωτὴρ ἡμῶν, μηδαμῶς ἐπιτρέπων ἐπ᾿ ἄλλῳ ἁμαρτήματι διαλύειν γάμους ἢ μόνῃ πορνείᾳ εὑρισκομένῃ ἐν τῇ γυναικί, τὸ ὅς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ζητηθείη δ᾿ ἄν, εἰ διὰ τοῦτο <μόνον> κελεύει τὴν γυναῖκα ἀπολῦσαι <τί ἔσται> ἐὰν μὴ ἐπὶ πορνείᾳ μὲν ἁλῷ, φέρε δ᾿ εἰπεῖν ἐπὶ φαρμακείᾳ ἤ ἀναιρέσει (παρὰ τὴν ἀποδημίαν τοῦ ἀνδρὸς) τοῦ γεννηθέντος αὐτοῖς παιδίου ἢ ἐφ᾿ οἱῳδήποτε φόνῳ. εἰ δὲ καὶ ὐφαι- ρουμένη καὶ <διαρρίπτουσα ἢ> συλῶσα τὴν οἰκίαν εὑρεθείη τοῦ ἀνδρὸς μὴ πορνεύουσα δέ, ζητήσαι τις ἄν, εἰ εὐλόγως τὴν τοιαύτην ἀποβαλεῖ, ὡς τοῦ σωτῆρος κωλύοντος παρεκτὸς λόγου πορνείας ἀπολῦσαί τινα τὴν ἑαυτοῦ γυναῖκα. ἑκατέρως γὰρ ἐμφαίνεταί τι ἄτοπον, οὐκ οἶδα δὲ εἰ ἀληθῶς ἄτοπον. τηλικούτων γὰρ ἀνέχεσθαι ἁμαρτημάτων, ἅ ἔοικε χείρονα εἶναι μοιχείας καὶ πορνείας, ἄλογον εἶναι δόξει· πάλιν τ᾿ ἂν ποιῆσαι παρὰ τὸ βούλημα τῆς διδασκαλίας τοῦ σωτῆρος πᾶς ἂν ὁμολογήσαι ἀσεβὲς τυγχάνειν. Ἐφίστημι τοίνυν διὰ τί μὲν οὐκ εἶπε· μηδεὶς ἀπολυέτω τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, φηςὶ δέ. ὅς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ποιεῖ μὲν γὰρ ὁμολογουμένως (τὸ ὅσον ἐφ᾿ ἑαυτῷ) μοιχευθῆναι τὴν γυναῖκα ὁ ἀπολύων αὐτὴν μὴ πορνεύσασαν. εἰγὰρ»ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ«, ἀπολύσας δὲ αὐτὴν πρόφασιν αὐτῇ δίδωσι δευτέρου γάμου, δηλονότι παρὰ τοῦτο ποιεῖ αὐτὴν μοιχευθῆναι. τὴν δ᾿ ἁλοῦσαν φαρμακίδα ἢ φόνον <ἤ τι τοιοῦτον> δράσασαν ***ἀπολογίαν ἔχειν ἢ μή, καὶ σὺ ζητήσαις ἄν. δύναται γὰρ καὶ παρ᾿ ἄλλας αἰτίας παρὰ τὴν ἀπόλυσιν ποιεῖν ὁ ἀνὴρ μοιχευθῆναι τὴν ἑαυτοῦ γυναῖκα, οἷον πέρα τοῦ δέοντος ἐπτρέπων πράττειν αὐτὴν ἃ βούλεται καὶ εἰς φιλίαν συγκαταβαίνειν ἀνδράσιν οἷς βούλεται· πολλάκις γὰρ ἐξ ἁπλότητος τῶν ἀνδρῶν τοιαῦτα πταίσατα συμβαίνει <ἐ>ν γυναιξίν. ἀλλ᾿ εἰ ἔστιν ἀπολογίας τόπος ἢ μὴ τοῖς τοιούτοις ἀνδράσιν ἐπὶ τοῖς τοιούτοις συμπτώμασιν, ἐπιμελῶς ζητήσας ἀποφανεῖ καὶ εἰς τὰ ἐπηπορημένα ἡμῖν κατὰ τὸν τόπον. καὶ <ὁ> ἀποστερῶν δὲ ἀπὸ τῆς γυναικὸς ἑαυτὸν ποιεῖ αὐτὴν πολλάκις μοιχευθῆναι, μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις, κὰν φανταςίᾳ πλείονος σεμνότητος καὶ σωφροςύνης τὸ τοιοῦτο ποιῇ· καὶ τάχα μᾶλλον οὗτος ἐπίληπτος ὁ (τὸ ὅσον ἐφ᾿ ἑαυτῷ) ποιῶν αὐτὴν μοιχευθῆναι μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις ἢ ὁ ἀπολύσας αὐτὴν παρεκτὸς λόγου μὲν πορνείς, ἐπὶ φαρμακείᾳ δὲ ἢ φόνῳ ἤ τινι τῶν βαρυτάτων ἁμαρτημάτων. ὥσπερ δὲ μοιχαλίς ἐστι γυνή, κἂν δοκῇ γαμεῖσθαι ἀνδρί, ἔτι ζῶντος τοῦ προτέρου, οὕτως καὶ ἀνὴρ γαμεῖν δοκῶν ἀπολελυμένην οὐ γαμεῖ (κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν) ὅσον μοιχεύει.