Ancient Greek · ~7 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.3
Not analysed yet
Οἶδα δὲ καὶ ἄλλην διήγησιν μετὰ τοὺς γεγαμηκότας περὶ τῆς τῶν δύο συμφωνίας τοιαύτην. ἐν μὲν τοῖς φαύλοις βασιλεύει »ἡ ἁμαρτία« τῆς ψυχῆς, ἱδρυμένη ὡς ἐν οἰκείῳ θρόνῶ »τῷ θνητῷ« τούτῳ »σώματι εἰς τὸ ὑπακούειν« τὴν ψυχὴν »ταῖς ἐπιθυμίαις αὐτοῦ«. ἐν δὲ τοῖς ἐγείρασιν ὡς ἀπὸ θρόνου τοῦ σώματος τὴν προβασιλεύσασαν ἁμαρτίαν καὶ ἀγωνιζομένος πρὸς αὐτήν, »ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός«. ἐν δὲ τοῖς ἤδη τελειωθεῖσι κεκράτηκε τὸ πνεῦμα καὶ »τὰς πράξεις« ἐθανάτωσε «τοῦ σώματος« καὶ μεταδίδωσι τῆς ἑαυτοῦ ζωῆς τῷ σώματι, ὡς ἤδη γίνεσθαι καὶ τὸ »ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τὸ ἐνοτκοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν«, καὶ γίνεται συμφωνία τῶν δύο (σώματος καὶ πνεύματος) ἐπὶ τῆς γῆς, ἧστινος κατορθωθείσης σύμφωνος καὶ ἡ εὐχὴ ἀναπέμπεται τοῦ »καρδίᾳ μὲν« πιστεύοντος »εἰς δικαιοσύvην, στόματι δὲ« ὁμολογοῦντος »εἰς σωτηρίαν«, ὥστε μηκέτι τὴν καρδίαν πόρρω εἶναι τοῦ θεοῦ, καὶ μετὰ ταύτης ἐγγίζειν αὐτοῦ καὶ τοῖς χείλεσι καὶ τῷ στόματι τὸν δίκαιον τῷ θεῷ ***. ἔτι δὲ μακαριώτερον εἰ οἱ τρεῖς συναχθεῖεν ἐπὶ τὸ αὐτὸ εἰς τὸ ὄνομα τοῦ Ἰησου, ἵνα πληρωθῇ τὸ »ὁ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη«. ζητήσει δέ τις διὰ τὴν εἰρημένην συμφωνίαν πνεύματος καὶ σώματος, εἰ δυνατὸν ταῦτα μὲν συμφωνεῖν, μὴ καὶ τὸ τρίτον δέ, λέγω δὴ τὴν ψυχή, μήποτε οὐκ ἀκολουθῇ τῇ τούτων συμφωνίᾳ ἐπὶ τῆς γῆς, μετὰ τὸ τοὺς δύο συνῆχθαι εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ καὶ τοὺς τρεῖς ἤδη συνάγεσθαι εἰς τὸ ὄνομα αὐτοῦ, ὧν ἐν μέσῳ ἔρχεται ὁ υἱὸς τοῦ θεοῦ, ὡς πάντων αὐτῷ ἀνακειμένων (λέγω δὲ τῶν τριῶν) καὶ μηδενὸς ὄντος αὐτῷ ἐναντίου, οὐ μόνον τοῦ πνεύματος οὐκ ἐναντιουμένου, ἀλλ᾿ οὐδὲ τῆς ψυχῆς ἔτι οὐδὲ τοῦ σώματος.