Ancient Greek · ~4 min
Book 14
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.4
Not analysed yet
Χαρίεν δὲ καὶ τὸ τῆς συμφωνίας ἀσκῆσαι <καὶ> νοῆσαι καὶ παραστῆσαι τῶν δύο διαθηκῶν, τῆς τε πρὸ τῆς σωματικῆς τοῦ σωτῆρος ἐπιδημίας καὶ τῆς καινῆς· ἐν οἷς γὰρ συμφωνοῦσιν αἱ δύο διαθῆκαι, ὡς μηδὲν εἶναι διάφωνον ἐν αὐταῖς τῆς ἑτέρας πρὸς τὴν ἑτέραν, ἐν τούτοις εὑρεθεῖεν ἂν εὐχαὶ ὡς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενέσθαι αὐτοῖς παρὰ τοῦ ἐν οὐρανοῖς πατρός. εἰ δὲ καὶ τὸν συναγωγέα τῶν δύο τρίτον ποθεῖς, μὴ ὄκνει λέγειν αὐτὸ εἶναι τὸ ἅγιον πνεῦμα, ἐπεὶ »λόγοι σοφῶν« (εἴτε τῶν πρὸ τῆς παρουςίας εἴτε τῶν κατ’ αὐτὴν καὶ μετ’ αὐτήν) εἰσὶν »ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἵ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός«. μηδὲ τοῦτο δὲ ἀπαρατήρητον ἐάσῃς, ὅτι οὐκ εἶπεν· οὗ δύο εἰσὶν ἢ τρεῖς συνηγμένοι, ἐκεῖ ἔσομαι ἐν μέσῳ αὐτῶν, ἀλλ’ ἐκεῖ εἰμι, οὐ μέλλων οὐδὲ βραδύνων, ἀλλ’ ἅμα τῇ συμφωνίᾳ καὶ αὐτὸς εὑρισκόμενος καὶ ἐν μέσῳ γινόμενος αὐτῶν.