Ancient Greek
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.10.1
Not analysed yet
Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον; καὶ τὰ ἑξῆς, ἕως τοῦ πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι (19, 16–30). Ἐν μὲν Ψαλμοῖς γέγραπται, ὡς δυναμένου τοῦ ἀνθρώπου ποιεῖν ἀγαθόν, ὅτι »ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν«. ἐνταῦθα δὲ ὁ σωτὴρ πρὸς τὸν εἰπόντα· τί ἀγαθὸν ποιήσω, ἵνα ζωὴν αἰώνιον καληρονομήσω; εἶπεν, ὡς τοῦ κυρίως ἀγαθοῦ ἐπὶ μηδὲνα ἀναφερομένου ἤ τὸν θεόν, τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός. χρή δὲ εἰδέναι, ὅτι ἐνταῦθα μὲν κυρίως τὸ ἀγαθὸν ἐπὶ τοῦ θεοῦ τέτακται μόνου, ἐν ἄλλοις δὲ καταχρηστικῶς καὶ ἐπὶ ἔργων ἀγαθῶν καὶ ἐπὶ ἀνθρώπου ἀγαθοῦ καὶ ἐπὶ δένδρου ἀγαθοῦ, καὶ σὺ δ’ ἄν εὕροις καὶ ἐπ’ ἄλλων πλειόνων τασσόμενον τὸ ἀγαθόν· οὐ νομιστέον οὖν μάχεσθαι τὸ »ποίησον ἀγαθὸν« πρὸς τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθὸς λελεγμένον πρὸς τὸν πυθόμενον καὶ εἰπόντα διδάσκαλε, τί ἀγαθὸν ποιήσω; ὁ μὲν οὖν Ματθαῖος, ὡς περὶ ἀγαθοῦ ἔργου ἐρωτηθέντος τοῦ σωτῆρος ἔν τῷ τί ἀγαθὸν ποιήσω; ἀνέγραψεν. ὁ δὲ Μᾶρκος καὶ Λουκᾶς φασι τὸν σωτῆρα εἰρηκέναι· »τί με λέγεις ἀγαθόν; οὐλεὶς ἀγαθός, εἰ μὴ εἶς, ὁ θεός«, ὡς τὸ τεταγμένον »ἁγαθὸς« ὄνομα ἐπὶ τοῦ θεοῦ μὴ ἄν ταχθῆναι καὶ ἐφ’ ἑτέρου τινός· οὐ γὰρ ᾖ ἀγαθὸς ὁ θεός. ταύτῃ λέγοιτ’ ἄν »ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ <τῆς καρδίας αὐτοῦ>« προφέρων τὰ ἀγαθά. Καὶ ὁ σωτὴρ δὲ ὡς ἔστιν »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου«, οὕτως καὶ »τῆς ἀγαθότητος αὐτοῦ εἰκών«· καὶ <ἐπὶ> παντὸς δὲ τοῦ ὑποδεεστέρου, ᾧ ἐφαρμόζεται ἡ »ἀγαθὸς« φωνή, ἄλλο σημαινόμενον ἔχει τὸ ἐφ’ αὑτοῦ λεγόμενον, εἴπερ ὠς μὲν πρὸς τὸν πατέρα »εἰκών« ἐστιν »ἀγαθότητος«, ὡς δὲ πρὸς τὰ λοιπὰ ὄπερ ἡ τοῦ πατρὸς ἀγαθότης πρὸς αὐτόν. ἤ καὶ μᾶλλον ἔστι τινὰ ἀναλογίαν προσεχῆ ἰδεῖν ἐπὶ τὴς ἀγαθότητος τοῦ θεοῦ πρὸς τὸν σωτῆρα ὄντα εἰκόνα »τῆς ἀγαθότητος αὐτοῦ«, ἤπερ ἐπὶ τοῦ σωτῆρος ρπὸς ἀγαθὸν ἄνθρωπον καὶ ἀγαθὸν ἔργον καὶ ἀγαθὸν δένδρον. πλείων γὰρ ἡ ὑπεροχὴ πρὸς τὰ ὑποδεέσερα ἀγαθὰ ἐν τῷ σωτῆρι, καθό ἐστιν »εἰκὼν ἐν τῷ σωτῆρι, αὐτοῦ τοῦ θεοῦ, ἤπερ ἡ ὑπεροχὴ τοῦ θεοὺ ὄντος ἀγαθοῦ πρὸς τὸν εἰπόντα σωτῆρα· »ὁ πρατὴο ὁ πέμψας με μείζων μού ἐστιν«, ὄντα πρὸς ἑτέρους καὶ εἰκόνα »τῆς ἀγαθότητος« τοῦ θεοῦ. τάχα δὲ τοῦ βουλήματος ἔχεται τῶν λελεγμένων πρὸς τὸ τί ἀγαθὸν ποιήσω; (λέλεκται δὲ πρὸς αὐτό· τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθὸς) τὸ »ὅταν παιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, ὀφείλετε λέγειν, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν. ὅ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν«, ἐὰν γὰρ ποιήσωμεν πάντα τὰ διαταχθέντα, οὐδ’ οὕτως (ὡς πρὸς τὰς ἐνθάδε λέξεις) ἀγαθόν τι πεποιήκαμεν· οὐκ ἄν γάρ, ἀγαθῶν ὄντων ὧν ποιοῦμεν, ἐλέλεκτο δεὶν λέγειν ἐπὶ τῷ πεποιηκέναι τὰ διαταχθέντα τὸ »δοῦλοι ἀχρεῖοί ἐσμεν«. ἔστι δὲ καταχρηστικῶς αὐτὰ εἰπεῖν εἶναι ἀγαθὰ ὁμοίως τῷ »ἔκκλινον ἐπὸ κακοῦ καὶ ποίησον ἀγαθόν«. οἶμαι δ’ ὅτι ὁ ποιῶν τὸ προστε- ταγμένον ἐν τῷ »ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν« ὡς μὲν πρὸς τὰ ὑπὸ τῶν λοιπῶν ἀνθρώπων ἐπιτελούμενα ποιεῖ ἀγαθόν, ὡς δὲ πρὸς τὸ ἀληθῶς ***ἀγαθόν. ὥσπερ <δ’> »οὐ δικαιωθήσεται ἐνώ- πιον τοῦ θεοῦ πᾶς ζῶν«, πάσης ἀν- θρωπίνης δικαιοσύνης ἀλεγχομένης ὡς οὐ δικαιοσύνης, ἐπὰν θεωρηθῇ ἡ τοῦ θεοῦ δικαιοσύνη, οὕτως οὐδὲ ἀγαθὸς χρηματίσει[εν] ἐνώπιον τοῦ ἀγαθοῦ θεοῦ πᾶς, ὅς πρὸς τὰ ὑποδεέστερα συγκρίσει ἐκείνων ἀγαθὸς ἄν λεχθείη.