Ancient Greek · ~5 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.9
Not analysed yet
γέγραπται δὲ <μετὰ τοῦτο> ὅτι καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν, οὐ γὰρ προσέθηκε· καὶ προσευξάμενος (ἠδύνατο γὰρ λελέχθαι· καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς καὶ προσευξάμενος ἐπορεύθη ἐκεῖθεν). ὄρα οὖν εἰ δύνασαι μείζοσι μὲν τῶν παιδίων τηρε<ῖσθαι λέγε> ιν τὴν προσευχὴν τοῦ Ἰησοῦ, δυναμένοις χωρῆσαι καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ αὐτοῦ ἐπ’αὐτοῦς, καὶ τὴν περὶ αὐτῶν πρὸς τὸν πατέρα εὐχήν, μικροτέροις δὲ παιδίοις ἀρκεῖν λέγειν τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ. εἰς δὲ τὰ ἀποδεδομένα περὶ τοῦ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, προτρεόμενα καὶ τὸν σοφώτατον μὴ ὑπερηφανεῖν τοὺς ἐν τῇ ἐκκλησίᾳ μικροὺς μηδὲ καταφρονεῖν τῶν παιδίων καὶ νηπίων ἐν Χριστῷ, χρήσιμον παραλαβεῖν ἀπὸ τοῦ κατὰ Λουκᾶν τὸ »ἀμὴν λέγω ὑμῖν, ὅς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον«, ὁ οὐ παιδίον μὲν ὤν ἀλλὰ ἀνὴρ »τὰ τοῦ νηπίου« καταργήσας, γινόμενος δὲ τοῖς παιδίοις <»ὡς> παιδίον«, καὶ λέγων αὐτοῖς· »οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα«. ὅλη γοῦν ἠ σύμφρασις τοῦ κατὰ Λουκᾶν τοιαύτη ἐστίν· »προσέφερον δὲ αὐτῷ καὶ βρέφη, ἵνα αὐτῶν ἅπτηται» καὶ τὰ ἑξῆς, ἕως τοῦ »ὅς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλῃ εἰς αὐτήν«. σχεδὸν δὲ ταῖς αὐταῖς λέξεσι καὶ ὁ Μᾶρκος μάλιστα τὰ τελευταῖα ὡσαύτως ἐξέθετο.