Ancient Greek · ~10 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.12
Not analysed yet
Ἑξῆς δὲ ἔστι θεωρῆσαι πῶς εἴρηται τὸ εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς. ἐν ᾧ πρόσχες ὅτι ὡς ἔξω τῆς ζωῆς ἔτι τυγχάνοντι τῷ πυνθανομένῳ περὶ τοῦ ἀγαθοῦ φησι τὸ εἰ εέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν. ἔνθα δὴ ζητῶ ποσαχῶς ἔστι νοῦσαι τὸ ἔξω τῆς ζωῆς εἶναι καὶ τὸ εἰσελθεῖν εἰς τὴν ζωήν. μήποτε οὖν καθ’ ἕνα μὲν τρόπον ἔξω τῆς ζωῆς ἐστιν ὁ ἔξω τυγχάνων τοῦ εἰπότος· »ἐγώ εἰμι ἡ ζωή«, καὶ ἀλλότριος ὤν αὐτοῦ· καθ’ ἕτερον δὲ πᾶς ὁ ἐπὶ γῆς (κἄν δικαιότατος ᾖ) δύναται μὲν εἶναι ἐν τῇ σκιᾷ τῆς ζωῆς λέγων· »πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν«, οὐ μὴν ἐν αὐτῇ τῇ ζωῇ, ἅτε σῶμα θανότου περικείμενος καὶ λέγων· »τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανότου τούτου; «καί· »κα- θήμενος ἐν χώρᾳ καὶ σκιᾷ θανά- του« καὶ μηδέπω ἐλθῶν ἐπὶ τὴν τῶν ζώτων γῆν. καὶ γὰρ ἡ ζωὴ οὐ μόνον τῶν φαύλων, ἀλλὰ καὶ τοῦ ἔτι ἐπὶ γῆς Παύλου καὶ τῶν ἀποστόλων κεκρυμμένη ἦν ἐν τῷ θεῷ. φηςὶ γοῦν· »ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χρι- στῷ ἐν τῷ θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ«. τηρήσεις δὲ πάντα τὰ περὶ τοῦ »ἔσω« καὶ τοῦ »ἔξω«, ἵνα ἀναλέξῃ τὰ κατάλληλα τῷ εἰ θέ- λεις εἰς τὴν ζωὴν εἰσελθεῖν οἷον· »δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβόλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ«· ζητήσεις γάρ· »ἐκβάλῃ« πόθεν; καὶ εἴπερ ἐν- δάδε εἰσὶν οἱ ἐργάται ἐκβεβλημένοι εἰς τὸν θερισμὸν τοῦ κυρίου, ἔξω εἰσὶν οὗ ἐξεβλήθησαν χωρίου, καὶ τὰ τοῦ θερισμοῦ καλῶς ποιήσαντες ἔργα εἰσελεύσονται εἰς τὴν ζωήν, καθαρισθέντες μὲν »ἀπὸ νεχρῶν ἔργων« τὰ δὲ ἐναντία ἐκείνοις πράττοντες ἔργα ζῶντα, καὶ μη- κέτι μὲν νεκρὰ λαλοῦντες λέγοντες δὲ κατὰ τὸν ζῶντα λόγον »τοῦ θεοῦ« <ζῶντα> καὶ ἐνεργῆ. οὕτω δέ ἐστιν ἀνάλογον ῥήμασι <νεκροῖς καὶ ῥήμασι> ζωῆς αἰνωίου ἐναντία*** λογισμοῖς τοῖς κατηγοροῦσιν, ὅτε »τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων« ἐν ἡμέρᾳ κρίσεως, σωθήσεται μὲν ἐκεῖνος οὗ οἱ λογισμοὶ ἀπολογοῦνται, ἀπολεῖται δὲ οὗ οἱ λογισμοὶ γίνονται κατήγοροι. εἰ τοίνυν καὶ ἠμεῖς, ἀκούσωμεν τοῦ λέγοντος Ἰησοῦ· εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς καὶ κατὰ τὴν ἀναλογίαν γε τῆς τῶν ἐντολῶν τηρήσεως εἰς τὴν ζωὴν εἰσελευσόμεθα, γινόμενοι αὐτῆς ἤτοι εἰς τὰ ἐνδότατα καὶ μακαριώτατα ἢ <εἰς τὰ μέσα ἢ> ὅπου ποθ᾿ ἡμᾶς φέρει τῆς ζωῆς ἡ ἐλαττόνων καὶ ἀμυδροτέρων τῶν ἐντολῶν τήρησις.