Ancient Greek · ~9 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.13
Not analysed yet
Ὁ δὲ ἀκούσας τήρησον τὰς ἐντολὰς λέγει· ποίας; ἵνα μάθωμεν ποίας μάλιστα τηρεῖν ἡμᾶς ἐντολὰς ὁ Ἰησοῦς βούλεται· εἶπε γὰρ πρὸς τὸ ποίας; τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί· ἀγαπήσεις πὸν πλησίον σου ὠς ἑαυτόν. καὶ τάχα <ταῦτ᾿> ἀρχεῖπρὸς τὸ (ἵν᾿ οὕτως ὀνομάσω) εἰς τὴν ἀρδήν τινα τῆς ζωῆς εἰσελθεῖν, οὐκ ἀρκοῦντα πρὸς <τὸ εἰσάγειντινὰ εἰς>τελιότητα ταῦτα καὶ τὰ τούτοις παραπλήσια, ὠς τὸν ἔνοχον [παραπλήσια] μιᾶς τούτων τῶν ἐντολῶν μηδὲ εἰς τὴν ἀρχὴν τῆς ζωῆς εἰσελθεῖν δύνασθαι. καθαρευτέον οὖν τῷ κἂν ἐλθεῖν βουλομένῳ εἰς τὴν <ἀρχὴν τῆς> ζωῆς ἀπὸ μοιχείας καὶ φόνου καὶ πάσης κλοπῆς. ὠς γὰρ μοιχὸς καὶ φονεὺς οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, οὕτως οὐδὲ ὁ κλέπτων· τῇ τοιαύτῃ δὲ ἁμαρτίᾳ πολλοὶ τῶν λεγομένων πιστεύειν τῷ Χριστῷ ἔνοχοί εἰσειν ἐλεγχόμενοι ἐν ταῖς πραγματείαις τοῦ βίου καὶ οἷς πιστεύνοται χρηματικοῖς καὶ ταῖς μέσαις τέχναις τέχναις ἃς ἐργάζονται, ὡς οὐ καθαροὶ κλοπῆς. οὐ μόνος δὲ ὁ κλέπτης οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, ἀλλὰ καὶ ὀ κοινωνὸς αὐτοῦ καὶ ὁ συντρέχων αὐτῷ· ἐν μὲν γὰρ τῷ Ἡσαΐᾳ γέγραπται· »κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα«, ἐν δὲ τεσσαρακοστῷ ἐννάτῳ Ψαλμῷ κωλύεται διηγεῖσθαι »τὰ δικαιώματα« τοῦ δεοῦ« καὶ ἀναλαμβάνειν ἐπὶ χειλέων ἑαυτοῦ »τὴν διαθήκην« αὐτοῦ ὁ ἐλεγχόμενος ἐν τῷ »εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ« (ὥσπερ πρῶτον εἴρηται) καὶ τῷ »μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις«. καὶ <ὅρα ὅτι> οὔτε κλέπτην οὕτε μοιχὸν εἶπε τὸν τοιοῦτον, ἀλλὰ συντρέχοντα μὲν κλέπτῃ »μετὰ μοιχῶν« δὲ τιθέντα ἑαυτοῦ »τὴν μερίδας«. τὸν δὲ ἐλευ σόμενον εἰς τὴν ζωὴν οὐδὲ ψευδομαρτυρεῖν δεῖ, ἐκβάλλεται δὲ τῆς ζωῆς καὶ ὁ μὴ πληρῶν τὴν λέγουσαν ἐντολήν· τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἀλλὰ τούτων μὲν ἴσως κρατῆαι τῶν ἐντολῶν οὐ πάνυ χαλεπόν· ἔργον δέ ἐστιν <πᾶσαιν> ὡς μεῖζον καὶ χρήσιμον τοῖς διὰ τῶν προτέρων <ἐντολῶν> εἰσαχθεῖσιν ἐν αὐτὴν τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν πληρῶαι, ἐπειδὴ καὶ κατὰ τὸν ἀπόστολον τὸ »οὐ ψονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦτια, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἐαυτόν«. <καὶ εἰ πᾶσα ἐντολὴ »ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγα- πήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν«> ,τέλειος δὲ ὁ πᾶσαν πληρώσας ἐντολήν, δηλονότι τέλειος ἄν εἴη ὁ πληρώσας <καὶ> τὴν ἀγαπήσεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολήν.