Ancient Greek · ~8 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.16
Not analysed yet
Ζητήσαι δ´ ἄν τις ἀκολούθως ὅτι, εἴπερ τέλειός ἐστιν ὁ πάσας ἔχων τὰς ἀρετὰς καὶ μηκέτι τι ἀπὸ κακίας πράττων, πῶς τέλειος γένοιτ’ ἂν ὁ πωλήσας ἑαυτοῦ τὰ ὑπάροντα καὶ δοὺς τοῖς πτωχοῖς. ἔστω γάρ τινα τοῦτο πεποιηκέναι, πῶς δ’ αὖ καὶ ἀόργητος γένοιτ’ ἂν ἀθρόως, εἰ τύχοι εὐέμπτωτος ὢν εἰς ὀργήν; πῶς δὲ καὶ ἄλυπος καὶ κρείττων παντὸς οὑτινοσοῦ συμβῆναι δυναμένου τοῦ τὴν λύπην προκαλουμένου; πῶς δὲ καὶ ἔξω φόβου πάντη ἔσται τοῦ περὶ πόνων ἢ θανάτου ἢ τῶν ὅσα δύναται τὴν ἔτι ἐτελεστέραν ψυχὴν φοβῆσαι; τίνα δὲ τρόπον ὁ ἀποδόμενος τὰ ὑπάρχοντα καὶ διαδοὺς πτωχοῖς ἐκτὸς ἔσται πάσης ἐπιθυμίας; λέγοι γὰρ ἄν τις ὅτι δυνατόν, παρ’ αὐτὸ τὸ ἀποδίδοσθαι πάντα τὰ ὑτάρχοντα παθόντα τι ἀνθρώπινον ὑπὸ τῆς πενίας, μετανοῆσαι μὲν ἐπὶ τῷ τετολμημένῳ ἐπιθυμῆσαι δὲ τῆς παραπλησίου κτήσεως. εἰ δὲ καὶ ἡ λεγομένη ἡδονή, ἄλογος οὖσα ἔπαρσις τῆς ψυχῆς, πάθος ἐστί, πῶς ἄν τις ἅμα τε ἀπολοῖτο πάντα τὰ ὑπάρχοντα χοντα καὶ διαδοίη πτωχοῖς, ἅμα δὲ ἀπαλλαγείη τοῦ ἀλόγως ἐπαίρεσθαι; προσθείη δ’ ἄν τις τῇ ἐπαπορήσει ὅτι πῶς δύναται παρὰ τὸ ἀποδεδόσθαι τὰ ὑπάρχοντα καὶ πτωχοῖς [τις] διαδεδωκέναι σοφὸς γενέσθαι καὶ δέχεσθαι τὴν τοῦ θεοῦ σοφίαν, ὥστε λόγον διδόναι παντὶ τῷ ἐρωτῶντι αὐτὸν περὶ τῆς ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμμέως τῶν πεπιστευμένων καὶ περὶ τῶν ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμέν ως εἰρημένων; ὅρα δὲ ὅτι γενική ἐστιν ἡ ἐπαπόρησις, ἤτοι γενναία καὶ οὐκ εὔλυτος. εἲτε γὰρ παρ’ αὐτὸ τοῦτο μόνον φήσομέν τινα τέλειον γεγονέναι, κἂν μὴ ἀναλαβὼν ᾖ ἃ ἐξεθέμεθα, άτόπῳ περιπεσούμεθα λέγοντες εἶναί τινα καὶ τέλειον ἅμα καὶ ἁμαρτωλόν (ἁμαρτωλὸς γὰρ ὁ ὀργίλος καὶ ὁ τὴν τοῦ κόσμου λύπην λυπούμενος καὶ ὁ τὰ ἐπίπονα ἢ θάνατον φοβούμενος καὶ ὁ ἐπιθυμῶν τῶν ἀπόντων καὶ ὁ ἀλόγως ἐπαιρόμενος τὴν ψυχὴν ὡς ἐπ’ ἀγαθοῖς τοῖς οὐκ ἀγαθοῖς). εἴτε ἅμα τῷ ἀποδόσθαι τινὰ τὴν οὐσίαν καὶ διαδοῦναι πτωχοῖς φήσομεν αὐτὸν ὡσπερεὶ θεόληπτον γενόμενον πάσας τὰς ἀρετὰς ἀνειληφέναι καὶ πᾶσαν κακίαν ἀποτεθεῖσθαι, πιστῶς μὲν (ἵνα κοινότερον ὀνομάσω) ἐποῦμεν, οὐκ οἶδα δὲ εἰ ἀληθῶς· καὶ τάχα καταγελάσονται ἡμῶν, ὡς οὐ φρόνιμα λεγόντων, οἱ ἀκούσαντες τοιαὐτης λύσεως προσαγομένης τῷ ἐπηπορημένῳ.