Ancient Greek · ~7 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.17
Not analysed yet
Φρονιμώτερον οὖν τις δόξαι ἂν <λέγειν>, τηρῶν τὰ τῆς λέξεως καὶ μηδαμῶς τροπολογῶν τὰ κατ’ αὐτήν, οὕτως ἀπαντῶν, ὡς πιστὸς μέν, εἰ δὲ καὶ ἀξίως τῶν κατὰ τὸν τόπον νοῶν τὰ λεγόμενα ἢ μή, καὶ αὐτὸς κρινεῖς. φήσει οὖν ὅτι, εἴπερ βοηθεῖται ὁ τοῖς πένησι μεταδιδοὺς ὑπὸ τῆς ἐκείνων εὐχῆς πρὸς τὴν ἑαυτοῦ σωτηρίαν, λαμβάνων τὸ ἐν τοῖς δεομένοις τῶν σωματικῶν ἐν πνευματικοῖς περίσσευμα εἰς τὸ ἑαυτοῦ <ἐνπνευματικοῖς> ὑστέρημα (ὡς ὑπέφηνεν ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ), τίς ἂν ἄλλος τοῦτο πάθοι καὶ με- γάλην βοήθειαν βοηθηθείη, ἐπακούοντος τοῦ θεοῦ ταῖς τῶν τοσούτων πενήτων ἀναπεπαυμένων εὐχαῖς, ἐν οἷς τάχα ἂν εἶέν τινες παραπλήσιοι τοῖς ἀποστόλοις ἢ ὀλίγῳ ὑποδεέστεροι αὐτῶν, πένητες μὲν ἐν τοῖς σωματικοῖς ὡς ἐκεῖνοι, πλουτοῦντες δὲ ἐν τοῖς πνευματικοῖς; οὗτος δὲ ὁ ἀνθυπαλλασςόμενος ἀντὶ πλούτου πενίαν ὑπὲρ τοῦ τέλειος γενέσθαι (πεισθεὶς τοῖς Ἰησοῦ λόγοις) ἀθρόως ἂν βοηθηθείη ὡς καὶ οἱ ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς τὸ γενέσθαι σοφὸς ἐν Χριστῷ καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώωρων καὶ ἐκτὸς παντὸς πάθους. φήσει δὲ ὁ οὕτως ἀπολογούμενος ὅτι οὐκ ἀνάγκη τοῦτο νοηθῆναι αὐτῆς ἡμέρας ἀπαντῆσαι τῷ ἀποδομένῳ τὰ ὑπάρχοντα καὶ διαδόντι πτωχοῖς, ἀλλ’ ἴσως ἀπ’ ἐκείνης μὲν τῆς ἡμέρας ἄρξεται ἡ θεία ἐπισκοπὴ ἐπὶ τὰ τοιαῦτα αὐτὸν ἄγειν, λέγω δὲ τὴν ἐπαινετὴν ἀπάθειαν καὶ πᾶσαν τὴν ἀρετήν. »προβαίνων« δὲ ὡς ὁ Ἰσαὰκ διὰ τὴν ἀπὸ τοῦ θεοῦ εἰς αὐτὸν ἐν Χριστῷ βοήθειαν »μείζων« ἔσται, »ἕως οὗ« αὐξάνων »μέγας« γένηται »σφόδρα σφόδρα« ἐν πάσῃ ἀρετῇ, πάσης ἐξαφανισθείσης τῆς κακίας ἀπὸ τῆς ψυχῆς αὐτοῦ. καὶ οὐκ ἀναγκασθήσεταί γε ὁ ταύτην ἀποδεδωκὼς τὴν διήγησιν εἰπεῖν τέλειον παρ’ αὐτὸ τοῦτο γενέσθαι ἄνθρωπον <,ὅτι παρέδωκε τὰ ὑπάρχοντα τοῖς πτωχοῖς,> τὰ ἄλλα ἁμρτάνοντα.