Ancient Greek · ~6 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.19
Not analysed yet
Ἑξῆς δὲ τούτοις λέγεται ὅτι ἀκούσας <δὲ> τὸν λόγον ὁ νεανίσκος ἀπῆλθε λυπούμενος· ἧν γὰρ ἔχων κτήματα πολλά. καὶ ὄψει γε (ὡς πρὸς τὴν ἀναγωγήν), τίνα τρόπον δυσαποσπάστως ἔχομεν τοῦ φρονεῖν τὸν πλοῦτον ἀγαθὸν εἶναι ἢ τὴν κάτω δόξαν, ἀλλὰ καὶ μᾶλλον θέλομεν, ἐπεὶ ἀγαπῶμεν τὴν ἐπιθυμίαν, τυχεῖν τῶν καὶ φαύλως ἐπιθυμουμένων ἢ ἀπαλλαγῆναι τῆς ἐπιθυμίας, καὶ μᾶλλον μὴ περιπεσεῖν οἶς φανταζόμεθα φοβεροῖς ἤπερ ἀποθέσθαι τὸν ἐχθρὸν τῷ φόβῳ τοῦ θεοῦ φόβον. ἀλλ᾿ οὐδὲ πρεσβύτερός τις εἰσῆκται καθεστηκὼς οὐδὲ ἀνὴρ καταργήσας »τ]ατοῦ νηπίου«, ἀλλὰ νεανίσκος ὁ τὸν λόγον ἀκούσας καὶ ἀπελθὼν λυπούμενος. τοιοῦτος γὰρ ἦν τὴν ψυχήν, διὸ καὶ καταλιπὼν τὸν Ἰησοῦν ἀπῆλθεν (ἐπὶ ψόγῳ γὰρ εἴρηται τὸ ἀπῆλθε), καὶ ἀπῆλθε λυπούμενος λύπην τὴν »τοῦ κόσμου«, τὴν »θάνατον« κατεργαζομένην. ἦν γὰρ ἔχων κτήματα πολλὰ ἅπερ ἠγάπα, ἀγαπῶν τὸ ὀργίζεσθαι καὶ τὸ λυπεῖσθαι (διὸ ἀπῆλθε λυπούμενος) καὶ ὅσα ἀπὸ κακίας ἦν <αὐτῷ γεγεννημένα> κεκρατηκότα τῆς ψυχῆς αὐτοῦ, εἰ μέντοι ἐπὶ τῆς ἱστορίας μένοις κατά τινα τῶν προαποδεδομένων διήγησιν ἐξ ἡμισείας εὕροις ἂν ἐπαινετὸν καὶ ἐξ ἡμισείας ψεκτὸν τὸν νεανίσκον τοῦτον. ᾗ μὲν γὰρ οὐκ ἐμοίχευσεν οὐδὲ ἐφόνευσεν οὐδὲ ἔκλεψεν οὐδὲ ἐψευδομαρτύρησεν, ἀλλὰ καὶ ἤδη νεανίσκος ὢν ἐτίμησε τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἐλυπήθη ἐπὶ τοῖς τὴν τελειότητα ὑποτιθεμένοις λόγοις τοῦ Ἰησοῦ καὶ ἐπαγγελλομένοις αὐτήν, εἰ ἀποδοῖτο τὰ ὑπάρχοντα, ἀστεῖόν τι ἦν ἐν αὐτῷ. ᾗ δὲ ἀπῆλθεν ἀπὸ τοῦ Ἰησοῦ λυπούμενος διὰ τὰ κτήματα, δέον αὐτὸν χαίρειν, ὅτι ἀντ᾿ ἐκείνων ἔμελλεν ἔχειν θησαυρὸν ἐν οὐρανῷ, καὶ ἀκολουθῶν τῷ Ἰησοῦ κατ᾿ ἴχνη βαίνειν υἱοῦ θεοῦ, ψεκτὸς ἦν.