Ancient Greek
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.20.1
Not analysed yet
Ἀπελθόντος δὲ αὐτοῦ, εἶπεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐφ᾿ ᾦ παρατηρητέον ὡς τοῦ σωτῆρος ἀκριβῆ λόγον τὸν ἀναγεγραμμένον. οὐκ εἶπε μὲν γὰρ ὅτι πλούσιος οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπείπερ εἰ τὸ τοιοῦτον εἰρήκει, ἀποκεκλείκει ἄν <πάντως> τὸν πλούσιον ἀπὸ τῆς τῶν οὐρανῶν βασιλείας. φησὶ δὲ ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται· τὸ χαλεπὸν μὲν πρὸς σωτηρίαν τοῦ πλουσίου παριστὰς οὐ μὴν <τὸ> ἀδύνατον ***,ὄπερ ἐπὶ μὲν τοῦ ῥητοῦ αὐτόθεν λόγον ἔχειν φαίνεται, δυναμένων πλουσίων μετὰ δυσκολίας ἀντιστῆναι τοῖς πάθεσι καὶ ταῖς ἁμαρτίαις καὶ μὴ πάντη ὑπ᾿ αὐτῶν ἁλῶναι. εἰ δὲ τροπολογούμενος <ὁ πλούσιος> παραλαμβάνοιτο, ζητήσεις πῶς κἂν δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. τὴν δὲ δυσκολίαν τῆς εἰσόδου τοῦ ἑκατέρως νοουμένου <πλουσίου εἰς σωτηρίαν> ἐμφαίνει ἡ παραβολὴ τῷ εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρύπης ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐν ᾖ παραβολῇ ὁ μὲν πλούσιος παραβάλλεται καμήλῳ, οὐ διὰ τὸ ἀκάθαρτον τοῦ ζῴου μόνον ὡς ὁ νόμος ἐδίδαξεν, ἀλλὰ καὶ <διὰ> τὴν ὅλην αὐτοῦ σκολιότητα, ἡ δὲ τῶν οὐρανῶν βασιλεία τρυμαλιᾷ ῥαφίδος, εἰς παράστασιν τοῦ πάνυ στενὴν εἶναι καὶ εἰς ὑπερβολὴν τεθλιμμένην τὴν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἴσοδον τῷ ἑκατέρῳ πλουσίῳ. δηλοῖ δ᾿ ὅ <ὡς> αὐτόθεν μὲν ἀδύνατον τὴν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν. <δυνατὸν δὲ ὅσον πρὸς τὸν θεόν, οὕτως καὶ τὸν πλούσιον ὅσον πρὸς αὐτὸν ἀδύνατον εἰς τὴν βασι- λείαν τῶν οὐρανῶν εἰσελθεῖν>. τῷ δὲ δυνατὰ εἶναι τῷ θεῷ πάντα καὶ τὸ τοιοῦτον αὐτῷ δυνατόν ἐστιν, ἀφάτῳ δυνάμνει <ἤ> τὴν παχύτητα τοῦ φαύλου λεπτύνοντι ἤ τὴν στενότητα τῆς εἰσόδου χωρητὴν αὐτῷ ποιοῦντι. ὅτι γὰρ τοῦ δυσκόλως εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν τὸν πλούσιον παράδειγμα ἔλαβε τὴν τρυμαλιὰν καὶ τὴν κάμηλον ἀλλ' οὐ τοῦ ἀδυνάτου, δῆλον ἐκ τοῦ πρὸς τοὺς μαθητὰς εἰρῆσθαι (φήσαντας· τίς ἄρα δύναται σωθῆναι;) τὸ παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ θεῷ πάντα δυνατά. οὐκοῦν δυνατὸν καὶ τὴν κάμηλον εἰσελθεῖν διὰ τρυμαλιᾶς ῥαφίδος. ἀλλ' οὐ παρὰ ἀν θρώποις δυνατόν. <παρὰ δὲ θεῷ>· οὕτως δὲ καὶ τὸν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ. τὰς δὲ ἐφόδους τοῦ πῶς ἄν τὰ τοιαῦτα ποιήσαι ὁ θεὸς δυνατά, αὐτὸς ἄν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ καὶ ᾧ ἄν ἀποκαλύψῃ ὁ υἱὸς αὐτοῦ. Ὁ μὲν οὖν διαβεβηκὼς ἐν σοφίᾳ καὶ λόγῳ ἐπιτολμήσαι ἄν ἐπὶ πλεῖον καὶ τῇ περὶ τῆς ῥαφίδος καὶ τῆς τρυμαιᾶς αὐτῆς σδιηγήσει. ἡμεῖς δὲ τοσοῦτον παραθησόμεθα ὅτι ἐστί τινα ἐν τῷ νόμῳ γινόμενα τέχνῃ ῥαφιδευτοῦ χρῄζοντος ῥαφίδος, ἵνα κατὰ σοφίαν θεοῦ ποιήσῃ τὰ ἔργα <τις> ἧς ἀνείληφε τέχνης. ὡς οὖν νοηθείη τὰ τοῦ ῥαφιδευτοῦ ἔργα κἀκείνη ἡ ῥαφίας, νοηθήσεται καὶ τὰ νοηθήσεται καὶ τὰ τῇδε λελεγμένα· ἅπερ νῦν λέγειν καὶ σαφηνίζειν τάχα μὲν καὶ ὑπὲρ ἡμᾶς ἐστι, τάχα δὲ καὶ τῷ εἰδότι πολλῆς ἄν καὶ ἀκαίρου /ρχοιτο παρεκβάσεως. δύο τὲ προκειμένων, τοῦ κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν καὶ τοῦ πλούσιον εἰς τὴνβασιλείαν τοῦ θεοῦ, εὐκοπώτερον εἶναι; φησι τὸ πρότερον. καὶ ζητήσεις γε ἐν τοῖς ἀνθρώποις ἄλλον μὲν τὸν κάμηλον <γενόμενον> εἰσερχόμενον διὰ τρυμαλιᾶς ῥαφίδος, ἄλλον δὲ τὸν πλούσιον (ἀδυνάτως <μὲν> ἀμνθρώποις δυνατῶς δὲ τῷ θεῷ) εἰσερχόμενον εἰς τὴν βασιλείαν τοῦ θεοῦ· οὕτως δὲ καὶ ἐπὶ τῆς καμήλου καὶ ἐπὶ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος, ὁστισποτοῦν ἐᾶν εὑρεθῇ κάμηλος καὶ ἡτισοῦν ἐᾶν νοηθῇ [κάμηλος] τρυμαλιὰ ῥαφίδος, [ἥ] εἰσελεύσεται δι' ἐκείνης· ὅτι ἀδύνατον μὲν ἀνθρώποις, παρὰ δὲ θεῷ καὶ τοῦτο δυνατόν. εἰ δὲ ἐμφαίνει ταῦτα καὶ παρίστησι τελικά τινα μυστήρια καὶ ἐπί <τινατ> τέλος ἄγοντα διά τινων ὁδῶν θεῷ μόνῳ δυνατῶν ἤ μή, ὁ δυνάμενος ἐξεταζέτω.