Ancient Greek · ~7 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.2
Not analysed yet
Εἰ δὲ βούλεταί τις καὶ ἄλλα Παραδείγματα λαβεῖν τῆς καινῆς Διαθήκης ἐχούσης γράμμα ἀπο- Κτεῖνον, ἀκουέτω παραδείγματος Χάριν τίνα τρόπον ὁ σωτὴρ πρὸς τοὺς ἀποστόλους εἶπεν· »ὅτε ἀπέστειλα ὑμᾶς ἔτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὐστερήσατε; «οἷς ἐπιφέρεται τὸ »οἱ δὲ εἶπον· οὐδενός. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωληςάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοραςάτω μάχαιραν«. εἴ τις γὰρ διὰ τὸ ταῦτα εἰρηκέναι τὸν Ἰησοῦν μὴ ἐνιδὼν τῷ βουλήματι τῶν λελεγμένων πωλήσαι τὸ αἰσθητὸν ἑαυτοῦ ἱμάτιον καὶ ἀγοράσαι μάχαιραν ἀνδροφόνον, ὡς λαβὼν »μάχαιραν« τοιαύτην καὶ παρὰ τὸ βούλημα τοῦ Ἰησοῦ ποιήσας, παρεκδεξάμενος αὐτοῦ τὸν λόγον ἀπολεῖται μέν, τάχα δὲ καὶ »ἐν μαχαίρᾳ« ἀπολεῖται. ποδαπὴ δὲ ἡ μάχαιρα, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ διηγήσασθαι. ἀλλὰ καὶ τὸ »μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε« εἴ τις μὴ ἐξετάσας, τί βουλόμενος ὁ Ἰησοῦς τοῦτο προςέταξεν, ὡς ζηλῶν ἀποστολικὸν βίον »μηδένα κατὰ τὴν ὁδὸν« ἀσπάσοιτο, ἀπάνθρωπος <καὶ μωρὸς> ἂν εἶναι δόξαι τοῖς θεωροῦσιν αὐτὸν τοιοῦτον· οἵτινες τὴν αἰτίαν τοῦ οὕτως νοήσαντος ἐπὰν ἀναφέρωσιν ἐπὶ τὸν λόγον, δι’ ὃν ἐκεῖνος ἔδοξε τοῦτο πράττειν, ἐναχθεῖεν ἂν πρὸς τὸ μισεῖν τὸν λόγον τοῦ θεοῦ, ὡς ἀγρίους καὶ ἀπανθρώπους κατασκευάζοντα τοὺς ἐν αὐτῷ. καὶ τούτου τὴν αἰτίαν λαβὼν ὁ »μηδένα κατὰ τὴν ὁδὸν« ἀσπαζόμενος πάθοι ἂν προφάσει τοῦ γράμματος θάνατον, τοῦ γράμματος αὐτὸν ἀποκτείνατος. εἰ δὲ καὶ τὸν δεξιὸν ὀφθαλμόν τις ἐκκόπτοι ὡς αἴτιον τοῦ κακῶν βλέπειν, ἢ τὴν δεξιὰν τοῦ σώματος χεῖρα ἢ τὸν δεξιὸν κατὰ σάρκα πόδα, πάθοι ἂν μετὰ ***τῶν ἀποκτιννυμένων διὰ τὸ γράμμα, ὡς καὶ αὐτὸς μείνας ἐπὶ τοῦ γράμματος, δέον ἀναβαίνειν αὐτὸν ἐπὶ τὸ πνεῦμα τοῦ λεγομένου. Ἄλλοι μὲν οὖν τῶν πρὸ ἡμῶν οὐκ ὤκνησαν ἰδίοις συγγράμμασιν ἀφορμὰς παρασχεῖν τοῦ τὸν τρίτον εὐνουχισμὸν τολ\μῆσαί τινας παθεῖν προφάσει βασιλείας οὐρανῶν, παραπλήσιον ὄντα τοῖς ποοτροις δυσίν.