Ancient Greek · ~13 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.3.1
Not analysed yet
ἡμεῖς δὲ Χριστὸν (τὸν λόγον τοῦ θεοῦ) »κατὰ σάρκα« καὶ κατὰ τὸ γράμμα ποτὲ νοήσαντες, »<ἀλλὰ> νῦν οὐκέτι« γινώσκοντες, οὐκ εὐδοκοῦμεν ὡς καλῶς ἐξειληφόσι τοῖς καὶ τὸν τρίτον εὐνουχισμὸν ἑαυτοῖς προφάσει τῆς βασιλείας τῶν οὐρανῶν ἐπάγουσι. καὶ οὐκ ἂν ἐπὶ πλεῖον προσδιετρίψαμεν τῇ ἀνατροπῇ τοῦ τὸν τρίτον παραπλησίως τοῖς προτέροις δυσὶ σωματικῶς ἐκλαβεῖν θέλοντος, εἰ μὴ καὶ ἑωράκειμεν τοὺς τολμήσαντας καὶ ἐντετεύχειμεν τοῖς δυναμένοις θερμοτέραν κινῆσαι ψυχὴν (καὶ πιστὴν μὲν οὐ λογικὴν δὲ) πρὸς τὸ τοιοῦτον τόλμημα. φηςὶ δὴ Σέξτος ἐν ταῖς Γνώμαις, βιβλίῳ φερομένῳ παρὰ πολλοῖς ὡς δοκίμῳ· »πᾶν μέρος τοῦ σώματος τὸ ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέρους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέρους ὀλεθρίως«. καὶ πάλιν προβὰς ἐν τῷ αὐτῷ βιβλίῳ ἀφορμὴν διδοὺς ἐπὶ τὸ παραπλήσιον λέγει· »ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας αὐτῶν καὶ ῥίπτοντας μέρη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν; «καὶ Φίλων δέ, ἐν πολλοῖς τῶν εἰς τὸν Μωςέως νόμον συντάξεων αὐτοῦ εὐδοκιμῶν καὶ παρὰ συνετοῖς ἀνδράσι, φηςὶν ἐν βιβλίῳ ᾧ οὕτως ἐπέγραψεν· Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι, ὅτι »ἐξευνουχισθῆναι μὲν ἄμεινον ἢ πρὸς συνουςίας ἐκνόμους λυττᾶν«. Ἀλλ’ οὐ πιστευτέον αὐτοῖς μὴ τὸ βούλημα τῶν ἱερῶν γραμμάτων περὶ τούτων ἐξειληφόσιν. εἰ γὰρ ἐν τοῖς καρποῖς »τοῦ πνεύματος« κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμητέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρηςίμως λέγον· »οὐ φθερεῖς τὴν ὄψιν τοῦ πώγωνός σου«. χρήσιμον εἰς ἀποτροπὴν θερμῶν μὲν τῇ <δὲ> πίστει νεωτέρων, οἷς ὁμολογεῖν χρὴ ὅτι ἔρωτα σωφροςύνης ἔχουσιν »ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν«, καὶ τὸ »ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδεκφοῦ ἑαυτοῦ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῇ«. εἰ γὰρ ἀποκόπτεται χεὶρ ἐπιλαβομένη διδύμων ἀνδρός, πῶς οὐχὶ καὶ ὁ ἑαυτὸν δι’ ἄγνοιαν ὁδοῦ φερούσης ἐπὶ σωφροσύνην τοιαύτῃ περιστάσει ἐπιδεδωκώς; ἐπιλογισάσθω οὖν ὁ μέλ- λων τὸ τοιοῦτον τολμᾶν, ἃ πείσεται ὑπὸ τῶν ὀνειδιζόντων καὶ συγχρωμένων τῷ »οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου«, συναριθμούντων αὐτὸν τοῖς ἀποκεκομμένοις τὸν ἄνδρα. οὔπω λέγω καὶ ἃ πάθοι ἄν τις παρὰ καιρὸν ἐμποδισθέντων τῶν (ὡς ἰατρῶν παῖδές φασιν) ἀπὸ κεφαλῆς καταβαινόντων ἐπὶ τοὺς ἄρρενας τόπους σπερμάτων καὶ ἐν τῷ καταβαίνειν διά τινων περὶ τὰς παρειὰς φλεβῶν τῇ φυσικῇ τῶν καταβαινόντων θερμότητι τρίχας ποιούντων φύειν τοὺς ἄνδρας περὶ τὰ γένεια· ὧν τριχῶν στέρονται καὶ οἱ νομίζοντες ἑαυτοὺς δεῖν σωματικῶς εὐνουχίζειν διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. τίνα δ’ ἂν πάθοιεν, ἢ καρηβαρίας ἢ σκοτώσεις ἔσθ’ ὅτε φθανούσας καὶ ἐπὶ τὸ ἡγεμονικὸν καὶ ταραττούσας τὸ φανταστικὸν ἀλλόκοτα φαντασιούμενον άπὸ τῆς τοιᾶσδε ὕλης; πρὶν δὲ ἔλθω ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν τόπον, λεκτέον ὅτι, εἴπερ τι ἀκόλουθον ἑαυτῷ ὁ Μαρκίων πεποίηκε φάσκων μὴ δεῖν ἀλληγορεῖν τὴν γραφήν, καὶ τοὺς τόπους τούτους ἠθέτησεν ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος εἰρημένους, νομίσας δεῖν ἤτιο παραδέξασθαι (μετὰ τοῦ φάσκειν τὸν σωτῆρα ταῦτα εἰρηκέναι) τὸ καὶ ἐπὶ τὰ τοιαῦτα τολμᾶν ἑαυτὸν παραδιδόναι πεισόμενον τὸν παπιστευκότα, ἢ μὴ ἂν εὐλόγως τολμήσαντα τὰ τηλικαῦτα, ἐσόμενα εἰς δυσφημίαν τὴν κατὰ τοῦ λόγου, μηδὲ πιστεύειν εἶναι τοῦ σωτῆρος τοὺς λόγους, εἴ γε μὴ ἀλληροροῦνται.