Ancient Greek · ~11 min
Book 15
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 15.23
Not analysed yet
ἐκείνης δὲ τῆς παλιγγενεσίας παλιγγενεσίας προοίμιόν ἐστι τὸ καλούμενον παρὰ τῷ Παύλῳ λουτρὸν παλιγγενεσίας, καὶ ἐκείνης τῆς καινότητος <μυστήριόν ἐστι> τὸ ἐπιφερόμενον τῷ λουτρῷ τῆς παλιγγενεσίας ἐν τῷ »ἀνακαινώσεως πανεύματος«. τάχα δὲ καὶ κατὰ μὲν τὴν γένεσιν »οὐδείς ἐστι καθαρὸς ἀπὸ ῥύπου, οὑδ' εἰ μία ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ« διὰ τὸ περὶ τῆς γενέσεως μυστήριον, ἐφ'ᾖ τὸ ὑπὸ τοῦ Δαυΐδ ἐν πεντηκοστῷ ψαλμῷ λελεγμένον ἕκαστος ἂν τῶν εἰς γένεσιν ἐληλυθότων λέγοι, ἔχον οὕτως ὅτι »ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου«. κατὰ δὲ τὴν ἐκ λουτροῦ παλιγγενεσίαν πᾶς μὲν »καθαρὸς ἀπὸ ῥύπου« ὁ γεννηθεὶς »ἄνωθεν« »ἐξ ὕδατος καὶ πνεύματος«, ἵνα <δὲ> τολμήσας εἴπω καθαρὸς »δἰ ἐσόπτρου« καὶ »ἐν αἰνίγματι. κατὰ δὲ τὴν ἄλλην παλιγγενεσίαν, ὅταν καθίσῃ ὁ υἱὺς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πᾶς ὁ εἰς τὴν ἐν Χριστῷ παλιγγενεσίαν ἐκείνης φθάσας καθαρώτατός ἐστιν »ἀπὸ ῥ΄φπον« <καὶβλέπει>»πρόσωπον πρὸς πρόσωπον«, καὶ αὐτὸς »διὰ λουτροῦ παλιγγενεσίας« φθάνων ἐπ' σύνες πῶς Ἰωάννης, ὁ »ἐν ὅδατι« βαπίζων »εἰς μετάνοιαν« λέγει περὶ τοῦ σωτῆρος τὸ »αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«. Ἐν μὲν οὖν τῇ διὰ λουτροῦ παλιγγενεσίᾳ συνετάφημεν τῷ Χριστῷ. »συνετάφημεν γὰρ αὐτῷ (κατὰ τὸν ἀπόστολον) διὰ τοῦ βαπτίσματος«. ἐν δὲ τῇ τοῦ διὰ πυρὸς καὶ πνεύματος λουτροῦ παλιγγενεσίᾳ σύμμορφοι γινόμεθα »τῷ σώματι τῆς δόξης« τοῦ Χριστοῦ καθεφμένου ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ αὐτοὶ καθεζόμενοι ἐπὶ δώδεκα θρόνους, εἰ καὶ ἀφέντες πάντα (ὁποτερωσοῦν ***μᾶλλον δὲ κατὰ τὸ δεύτερον) ἠκολουθήσαμεν Χριστῷ. τότε δὲ ὅταν καθίςῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πληροῦται ἡ λέγουσα προφητεία.» εἶπεν ὁ κύριος τῷ κυρίῳ μου. κάθου. ἐκ δεξιῶν μου ἕως ἂν θῶτοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. καὶ τό<τε> »δεῖ αὐτὸν βασιλεύειν, ἄχρις οὖ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«, ἕως οὗ »ὁ ἔσχατος ἔχθρὸς θάνατος« καταργηθῇ, οὗ καταργηθέντος Οὑκέτι ἔσται πρὸ προσώπου τῶν σωζομένων θάνταος ἀλλὰ μόνη ζωὴ ἡ πιστευομένη. θανάτου μὲν γὰρ ὄντος πρὸ προσώπου <ἀνθρώπων> δἰ ἐκεῖνον ἀπιστεῖται ὐπὸ τῶν κρατουμένων ὑπ'αὐτοῦ ζωή· καταργηθέντος δὲ θανάτου πιστεύεται ὑπὸ πάντων ἡ ζωή. ἐν δὲ τῷ νόμῳ εὑρήσεις καὶ τὸ »τέθεικα τὴν ζωήν καὶ τὸν θάνατον πρὸ προσώπου σου« καὶ τὸ »ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλκρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν« καί. »οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν«. καθέζεται δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, οὑδενὸς ἀτίμου καὶ ἀδόξου ἐνν θεῷ βασιλευομένου ὑπ'αὐτοῦ. πάντες γὰρ τότε οἱ μὴ »δόξαν παρὰ ἀνθρώπων« λαμβάνοντες μηδέ <τι> ποιοῦντες πρὸς τὸ δοξασθῆναι »ὐπὸ τῶν ἀνθρώπων«, ἀλλὰ τὴν δόξαν τὴν ἀπὸ »τοῦ μόνου« ζητοῦντες, βασιλευθήσονται ὑπὸ τοῦ καθημένου ἐπὶ θρόνου δόξης αὐτοῦ. τότε δὲ καὶ ἀποδίδοται τὰ τῆς εὐχῆς τῷ σωτῆρι εὐξαμένῳ καὶ εἰπόντι. »πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ κόσμον εἶναι«.